§4.65.1τοιαῦτα τοῦ Ἑρμοκράτους εἰπόντος πειθόμενοι οἱ Σικελιῶται αὐτοὶ μὲν κατὰ σφᾶς αὐτοὺς ξυνηνέχθησαν γνώμῃ ὥστε ἀπαλλάσσεσθαι τοῦ πολέμου ἔχοντες ἃ ἕκαστοι ἔχουσι, τοῖς δὲ Καμαριναίοις Μοργαντίνην εἶναι ἀργύριον τακτὸν τοῖς Συρακοσίοις ἀποδοῦσιν·
赫尔莫克拉底发表这番讲话后,西西里人受到说服,在他们自己内部达成一致意见,决定在各自保留目前所拥有的情况下结束战争;但卡马里纳人若向叙拉古人支付一笔规定数量的资金,摩尔甘提内则归属于卡马里纳人。
§4.65.2οἱ δὲ τῶν Ἀθηναίων ξύμμαχοι παρακαλέσαντες αὐτῶν τοὺς ἐν τέλει ὄντας εἶπον ὅτι ξυμβήσονται καὶ αἱ σπονδαὶ ἔσονται κἀκείνοις κοιναί.
而雅典人的盟友在召集了雅典的掌权者后,表示他们也将达成和解,且该盟约对他们同样适用。
ἐπαινεσάντων δὲ αὐτῶν ἐποιοῦντο τὴν ὁμολογίαν, καὶ αἱ νῆες τῶν Ἀθηναίων ἀπέπλευσαν μετὰ ταῦτα ἐκ Σικελίας.
在他们表示赞同后,双方订立了协议,随后雅典的船只便从西西里启航回国。
§4.65.3ἐλθόντας δὲ τοὺς στρατηγοὺς οἱ ἐν τῇ πόλει Ἀθηναῖοι τοὺς μὲν φυγῇ ἐζημίωσαν, Πυθόδωρον καὶ Σοφοκλέα, τὸν δὲ τρίτον Εὐρυμέδοντα χρήματα ἐπράξαντο, ὡς ἐξὸν αὐτοῖς τὰ ἐν Σικελίᾳ καταστρέψασθαι δώροις πεισθέντες ἀποχωρήσειαν.
当将军们返回后,城邦中的雅典人对其中两人——皮托多鲁斯和索福克勒斯处以流放之刑,对第三人埃夫里梅东处以罚金,理由是他们原本能够征服西西里的事务,却因收受贿赂而退兵。
§4.65.4οὕτω τῇ [τε] παρούσῃ εὐτυχίᾳ χρώμενοι ἠξίουν σφίσι μηδὲν ἐναντιοῦσθαι, ἀλλὰ καὶ τὰ δυνατὰ ἐν ἴσῳ καὶ τὰ ἀπορώτερα μεγάλῃ τε ὁμοίως καὶ ἐνδεεστέρᾳ παρασκευῇ κατεργάζεσθαι.
他们就这样利用眼前的幸运,认为不应有任何事情阻碍他们,而是无论容易的事还是更为困难的事,无论是用庞大的准备还是用不足的准备,都可以同样加以完成。
αἰτία δ’ ἦν ἡ παρὰ λόγον τῶν πλεόνων εὐπραγία αὐτοῖς ὑποτιθεῖσα ἰσχὺν τῆς ἐλπίδος.
其原因在于,大部分事情出乎意料的成功,为他们注入了强烈的希望之力量。