Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.61.1-4.61.7

雅典的真正图谋与西西里的联合

第 426 段,共 917 段 · 希腊语

内容简介

赫莫克拉底指出,雅典人的真实意图并非调解种族冲突,而是企图吞并整个西西里的财富,他呼吁各城邦停止内讧、走向团结,通过和平方式解决争端。

§4.61.1‘καίτοι τῇ ἑαυτῶν ἑκάστους, εἰ σωφρονοῦμεν, χρὴ τὰ μὴ προσήκοντα ἐπικτωμένους μᾶλλον ἢ τὰ ἑτοῖμα βλάπτοντας ξυμμάχους τε ἐπάγεσθαι καὶ τοὺς κινδύνους προσλαμβάνειν, νομίσαι τε στάσιν μάλιστα φθείρειν τὰς πόλεις καὶ τὴν Σικελίαν, ἧς γε οἱ ἔνοικοι ξύμπαντες μὲν ἐπιβουλευόμεθα, κατὰ πόλεις δὲ διέσταμεν.
“然而,如果我们明智的话,我们每个人在自己的领地上,应当是在争取那些不属于我们的东西时,而不是在损害我们已有的东西时,去引进同盟国并承担危险;我们还应当认为,党争最容易毁灭城邦和整个西西里,因为我们全体居民虽然共同面临着阴谋,却按城邦割裂开来。
§4.61.2ἃ χρὴ γνόντας καὶ ἰδιώτην ἰδιώτῃ καταλλαγῆναι καὶ πόλιν πόλει, καὶ πειρᾶσθαι κοινῇ σῴζειν τὴν πᾶσαν Σικελίαν, παρεστάναι δὲ μηδενὶ ὡς οἱ μὲν Δωριῆς ἡμῶν πολέμιοι τοῖς Ἀθηναίοις, τὸ δὲ Χαλκιδικὸν τῇ Ἰάδι ξυγγενείᾳ ἀσφαλές.
我们应当认识到这一点,个人与个人和解,城邦与城邦和解,并共同努力挽救整个西西里;任何人都不应抱有这样的想法,即我们当中的多利安人是雅典人的敌人,而查尔基迪亚人则因其伊奥尼亚的亲缘关系而安全无虞。
§4.61.3οὐ γὰρ τοῖς ἔθνεσιν, ὅτι δίχα πέφυκε, τοῦ ἑτέρου ἔχθει ἐπίασιν, ἀλλὰ τῶν ἐν τῇ Σικελίᾳ ἀγαθῶν ἐφιέμενοι, ἃ κοινῇ κεκτήμεθα.
因为他们并非因为这两个种族天然分裂,出于对其中一方的仇恨而发动进攻,而是觊觎我们在西西里共同拥有的财富。
§4.61.4ἐδήλωσαν δὲ νῦν ἐν τῇ τοῦ Χαλκιδικοῦ γένους παρακλήσει· τοῖς γὰρ οὐδεπώποτε σφίσι κατὰ τὸ ξυμμαχικὸν προσβοηθήσασιν αὐτοὶ τὸ δίκαιον μᾶλλον τῆς ξυνθήκης προθύμως παρέσχοντο.
他们最近在回应查尔基迪亚族群的请求时就表明了这一点:对于那些从未根据盟约向他们提供过援助的人,他们自己却更热切地履行了条约规定的义务。
§4.61.5καὶ τοὺς μὲν Ἀθηναίους ταῦτα πλεονεκτεῖν τε καὶ προνοεῖσθαι πολλὴ ξυγγνώμη, καὶ οὐ τοῖς ἄρχειν βουλομένοις μέμφομαι, ἀλλὰ τοῖς ὑπακούειν ἑτοιμοτέροις οὖσιν· πέφυκε γὰρ τὸ ἀνθρώπειον διὰ παντὸς ἄρχειν μὲν τοῦ εἴκοντος, φυλάσσεσθαι δὲ τὸ ἐπιόν.
雅典人如此贪婪并提前谋划,这是完全可以谅解的,我并不指责那些渴望统治的人,而是指责那些更乐于顺从的人;因为人类的天性向来是统治屈服者,而防范进攻者。
§4.61.6ὅσοι δὲ γιγνώσκοντες αὐτὰ μὴ ὀρθῶς προσκοποῦμεν, μηδὲ τοῦτό τις πρεσβύτατον ἥκει κρίνας, τὸ κοινῶς φοβερὸν ἅπαντας εὖ θέσθαι, ἁμαρτάνομεν.
但如果我们当中有人深知这一点却不作正确的预防,或者没有人在来到这里时,将妥善解决大家共同面临的威胁视为首要事务,那我们就犯了错误。
§4.61.7τάχιστα δ’ ἂν ἀπαλλαγὴ αὐτοῦ γένοιτο, εἰ πρὸς ἀλλήλους ξυμβαῖμεν·
如果我们彼此和解,这种威胁就能最迅速地被消除。
οὐ γὰρ ἀπὸ τῆς αὑτῶν ὁρμῶνται Ἀθηναῖοι, ἀλλ’ ἐκ τῆς τῶν ἐπικαλεσαμένων.
因为雅典人并非从他们自己的国土出发,而是从那些邀请他们的人的国土出发。
καὶ οὕτως οὐ πόλεμος πολέμῳ, εἰρήνῃ δὲ διαφοραὶ ἀπραγμόνως παύονται, οἵ τ’ ἐπίκλητοι εὐπρεπῶς ἄδικοι ἐλθόντες εὐλόγως ἄπρακτοι ἀπίασιν.
这样一来,争端不是通过战争对付战争,而是通过和平毫无劳顿地平息,而那些被邀请来的人,虽然打着冠冕堂皇的幌子行不义之举而来,也将有充分的理由在毫无所获的情况下退兵。 ”

词汇与语法注释

  1. 4.61.1τῇ ἑαυτῶν — 阴性单数与格的冠词和代词组合,通常理解为省略了 `γῇ`(土地、领土),意为“在他们自己的领地上”。随后的宾格分词短语 `τὰ μὴ προσήκοντα ἐπικτωμένους`(获取不属于自己的东西时)和 `τὰ ἑτοῖμα βλάπτοντας`(损害已有的东西时)与不定式 `ἐπάγεσθαι`(引进盟友)的宾格主语 `ἑκάστους` 一致。全句构成对比:每个城邦应当是在企图获取新领土时(而非在损害自己现有财产时)才去引进盟友并承担风险。
  2. 4.61.1ἧς γε οἱ ἔνοικοι — 属格关系代词 `ἧς`(指代西西里)修饰 `οἱ ἔνοικοι`(居民),形成了“作为其居民的我们”这一主语,但主语从句动词 `ἐπιβουλευόμεθα`(我们正面临阴谋)和 `διέσταμεν`(我们割裂开来)却使用了第一人称复数形式。这种在关系从句中从三人称主语向第一人称复数动词的过渡(句法不一致,anacoluthon),是因为演说者赫莫克拉底将自己也视作西西里“居民”的一部分。
  3. 4.61.4τὸ δίκαιον μᾶλλον τῆς ξυνθήκης — `τὸ δίκαιον τῆς ξυνθήκης` 意为“条约规定的义务/权利”。副词 `μᾶλλον`(更多、宁可)有两种解释:一种是修饰动词 `παρέσχοντο`(提供),表示“他们非但没有拒绝,反而更热切地提供了”;另一种是修饰整个名词短语,表示“提供了超出条约规定之正义的(更多)义务”。本翻译采用后一种解释,旨在强调雅典人即便在没有同盟义务的情况下,也热切地提供了超出预期的援助,以此揭露其虚伪的积极性。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.61.1-4.61.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.61.1-4.61.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。