§4.60.1‘καίτοι γνῶναι χρὴ ὅτι οὐ περὶ τῶν ἰδίων μόνον, εἰ σωφρονοῦμεν, ἡ ξύνοδος ἔσται, ἀλλ’ εἰ ἐπιβουλευομένην τὴν πᾶσαν Σικελίαν, ὡς ἐγὼ κρίνω, ὑπ’ Ἀθηναίων δυνησόμεθα ἔτι διασῶσαι·
“然而,我们必须明白,如果我们明智的话,这次会盟不仅是为了我们各城邦的私利,而是关系到我们是否仍能拯救整个西西里——在我看来,它正受到雅典人的觊觎。
καὶ διαλλακτὰς πολὺ τῶν ἐμῶν λόγων ἀναγκαιοτέρους περὶ τῶνδε Ἀθηναίους νομίσαι, οἳ δύναμιν ἔχοντες μεγίστην τῶν Ἑλλήνων τάς τε ἁμαρτίας ἡμῶν τηροῦσιν ὀλίγαις ναυσὶ παρόντες, καὶ ὀνόματι ἐννόμῳ ξυμμαχίας τὸ φύσει πολέμιον εὐπρεπῶς ἐς τὸ ξυμφέρον καθίστανται.
而且,我们应当认为,在这些事务中,雅典人是比我的言辞更具强制力的调停者;他们拥有希腊人中最大的力量,却仅以少数船只驻留于此,窥伺我们的失误,并在同盟的合法名义下,体面地将天然敌对的事物转化为符合其自身利益的安排。
§4.60.2πόλεμον γὰρ αἰρομένων ἡμῶν καὶ ἐπαγομένων αὐτούς, ἄνδρας οἳ καὶ τοῖς μὴ ἐπικαλουμένοις αὐτοὶ ἐπιστρατεύουσι, κακῶς τε ἡμᾶς αὐτοὺς ποιούντων τέλεσι τοῖς οἰκείοις, καὶ τῆς ἀρχῆς ἅμα προκοπτόντων ἐκείνοις, εἰκός, ὅταν γνῶσιν ἡμᾶς τετρυχωμένους, καὶ πλέονί ποτε στόλῳ ἐλθόντας αὐτοὺς τάδε πάντα πειράσασθαι ὑπὸ σφᾶς ποιεῖσθαι.
因为当我们发起战争并引狼入室时——他们甚至会主动向那些未曾邀请他们的人发动远征——我们既是用自己的军费伤害自己,同时又是在为他们的扩张开辟道路;因此,一旦他们得知我们已经精疲力竭,他们极有可能在未来某天带着更庞大的舰队前来,企图将这所有的一切都置于他们的统治之下。 ”