Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.59.1-4.59.4

赫尔莫克拉特斯呼吁西西里各邦和解

第 424 段,共 917 段 · 希腊语

内容简介

赫尔莫克拉特斯代表整个西西里的利益开始演讲,分析了各方尽管深知战争的艰难,却因各自利益冲突而诉诸战争的现状,并主张当下应当接受和解的劝告。

§4.59.1‘οὔτε πόλεως ὢν ἐλαχίστης, ὦ Σικελιῶται, τοὺς λόγους ποιήσομαι οὔτε πονουμένης μάλιστα τῷ πολέμῳ, ἐς κοινὸν δὲ τὴν δοκοῦσάν μοι βελτίστην γνώμην εἶναι ἀποφαινόμενος τῇ Σικελίᾳ πάσῃ.
“西西里人啊,我并非代表最小的城市发言,也并非代表在战争中受苦最深的城市,而是为了整个西西里的共同利益,表明我认为最好的意见。
§4.59.2καὶ περὶ μὲν τοῦ πολεμεῖν ὡς χαλεπὸν τί ἄν τις πᾶν τὸ ἐνὸν ἐκλέγων ἐν εἰδόσι μακρηγοροίη;
至于进行战争是多么艰难,又有谁需要向已经知晓的人历数其中的一切细节、长篇大论呢?
οὐδεὶς γὰρ οὔτε ἀμαθίᾳ ἀναγκάζεται αὐτὸ δρᾶν, οὔτε φόβῳ, ἢν οἴηταί τι πλέον σχήσειν, ἀποτρέπεται.
因为没有人会因无知而被强迫参与战争,也没有人会因恐惧而在认为自己能获得更多利益时退缩。
ξυμβαίνει δὲ τοῖς μὲν τὰ κέρδη μείζω φαίνεσθαι τῶν δεινῶν, οἱ δὲ τοὺς κινδύνους ἐθέλουσιν ὑφίστασθαι πρὸ τοῦ αὐτίκα τι ἐλασσοῦσθαι·
但实际情况往往是,对一方而言,利益显得大于危险;而另一方则宁愿承受危险,也不愿立刻遭受任何损失。
§4.59.3αὐτὰ δὲ ταῦτα εἰ μὴ ἐν καιρῷ τύχοιεν ἑκάτεροι πράσσοντες, αἱ παραινέσεις τῶν ξυναλλαγῶν ὠφέλιμοι.
但是,如果双方在做这些事情时恰好不是在适当的时机,那么关于和解的劝告就是有益的。
§4.59.4ὃ καὶ ἡμῖν ἐν τῷ παρόντι πειθομένοις πλείστου ἂν ἄξιον γένοιτο·
如果我们眼下听从劝告,这也将对我们产生最大的价值。
τὰ γὰρ ἴδια ἕκαστοι εὖ βουλευόμενοι δὴ θέσθαι τό τε πρῶτον ἐπολεμήσαμεν καὶ νῦν πρὸς ἀλλήλους δι’ ἀντιλογιῶν πειρώμεθα καταλλαγῆναι καί, ἢν ἄρα μὴ προχωρήσῃ ἴσον ἑκάστῳ ἔχοντι ἀπελθεῖν, πάλιν πολεμήσομεν.
因为我们当初开始战争,正是由于每个人都希望能妥善安排自己的私利,而现在我们也正试图通过相互辩论达成和解;如果每个人不能带着平等的权益退兵,那么我们还将再次开战。 ”

词汇与语法注释

  1. 4.59.1ἀποφαινόμενος — 现在分词 `ἀποφαινόμενος` 描述了主语“我”的状态或意图,与句首的分词 `ὢν` 并列,作为状语修饰主动词 `ποιήσομαι`,表示方式或目的(“公开表明”)。
  2. 4.59.2ξυμβαίνει δὲ τοῖς μὲν τὰ κέρδη μείζω φαίνεσθαι τῶν δεινῶν, οἱ δὲ τοὺς κινδύνους ἐθέλουσιν ὑφίστασθαι — 此处是句法破格(anacoluthon)的典型例子。前半部分由非人称动词 `ξυμβαίνει` 支配,采用与格和不定式结构(`τοῖς μὲν ... φαίνεσθαι`),而与之对比的后半部分并没有使用预期的 `τοῖς δὲ ... ἐθέλειν`,而是直接转向了使用主格和直陈式的独立分句(`οἱ δὲ ... ἐθέλουσιν`)。
  3. 4.59.4ἴσον ἑκάστῳ ἔχοντι ἀπελθεῖν — 作为非人称动词 `προχωρήσῃ`(进展顺利,成功)的主语的不定式短语。与格 `ἑκάστῳ` 是不定式 `ἀπελθεῖν` 的逻辑主语,现在分词与格 `ἔχοντι`(以 `ἴσον`“平等的条件”为宾语)与之在格上保持一致。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.59.1-4.59.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.59.1-4.59.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。