§4.5.1οἱ δὲ ἑορτήν τινα ἔτυχον ἄγοντες καὶ ἅμα πυνθανόμενοι ἐν ὀλιγωρίᾳ ἐποιοῦντο, ὡς, ὅταν ἐξέλθωσιν, ἢ οὐχ ὑπομενοῦντας σφᾶς ἢ ῥᾳδίως ληψόμενοι βίᾳ· καί τι καὶ αὐτοὺς ὁ στρατὸς ἔτι ἐν ταῖς Ἀθήναις ὢν ἐπέσχεν.
而斯巴达人当时正值庆祝某节日,同时,他们听闻此事后也并未予以重视,认为一旦他们出兵,对方要么不会坚守等待他们,要么他们可以轻易用武力夺取之;此外,尚在雅典内的军队也有些拖延了他们的行动。
§4.5.2τειχίσαντες δὲ οἱ Ἀθηναῖοι τοῦ χωρίου τὰ πρὸς ἤπειρον καὶ ἃ μάλιστα ἔδει ἐν ἡμέραις ἓξ τὸν μὲν Δημοσθένη μετὰ νεῶν πέντε αὐτοῦ φύλακα καταλείπουσι, ταῖς δὲ πλείοσι ναυσὶ τὸν ἐς τὴν Κέρκυραν πλοῦν καὶ Σικελίαν ἠπείγοντο.
雅典人在六天之内,将该地朝向陆地的一侧以及最需要防守的部分修筑好工事,留下德摩斯梯尼和五艘船守卫该地,其余的大部分船只则急忙朝克基拉和西西里航行。