§4.58.1τοῦ δ’ αὐτοῦ θέρους ἐν Σικελίᾳ Καμαριναίοις καὶ Γελῴοις ἐκεχειρία γίγνεται πρῶτον πρὸς ἀλλήλους·
在同年的夏天,西西里首先在卡马里纳人与杰拉人之间达成了相互停战。
εἶτα καὶ οἱ ἄλλοι Σικελιῶται ξυνελθόντες ἐς Γέλαν, ἀπὸ πασῶν τῶν πόλεων πρέσβεις, ἐς λόγους κατέστησαν ἀλλήλοις, εἴ πως ξυναλλαγεῖεν.
随后,其余的西西里人也作为来自所有城市的使节齐集于杰拉,互相进行交涉,看是否能以某种方式达成和解。
καὶ ἄλλαι τε πολλαὶ γνῶμαι ἐλέγοντο ἐπ’ ἀμφότερα, διαφερομένων καὶ ἀξιούντων, ὡς ἕκαστοί τι ἐλασσοῦσθαι ἐνόμιζον, καὶ Ἑρμοκράτης ὁ Ἕρμωνος Συρακόσιος, ὅσπερ καὶ ἔπεισε μάλιστα αὐτούς, ἐς τὸ κοινὸν τοιούτους δὴ λόγους εἶπεν.
由于各方都认为自己受到了某种损失,因而产生分歧并提出要求,双方发表了许多不同的意见;而赫尔蒙之子、叙拉古人赫尔莫克拉特斯——正是他最成功地说服了他们——在大会上发表了如下演说。