Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.57.1-4.57.4

雅典攻占蒂雷亚与处置战俘

第 422 段,共 917 段 · 希腊语

内容简介

在雅典人逼近时,埃伊纳人退往上城,但拉刻代蒙守备队拒绝共同守卫城墙而逃往高处。雅典人攻占并烧毁了蒂雷亚,将埃伊纳战俘和拉刻代蒙指挥官坦塔罗斯押送至雅典,并对他们做出了处置决定。

§4.57.1προσπλεόντων οὖν ἔτι τῶν Ἀθηναίων οἱ Αἰγινῆται τὸ μὲν ἐπὶ τῇ θαλάσσῃ ὃ ἔτυχον οἰκοδομοῦντες τεῖχος ἐκλείπουσιν, ἐς δὲ τὴν ἄνω πόλιν, ἐν ᾗ ᾤκουν, ἀπεχώρησαν, ἀπέχουσαν σταδίους μάλιστα δέκα τῆς θαλάσσης.
当雅典人仍在乘船迫近时,埃伊纳人放弃了他们当时正在海边建造的城墙,退到了他们所居住的、距离大海约十斯塔迪翁的上城。
§4.57.2καὶ αὐτοῖς τῶν Λακεδαιμονίων φρουρὰ μία τῶν περὶ τὴν χώραν, ἥπερ καὶ ξυνετείχιζε, ξυνεσελθεῖν μὲν ἐς τὸ τεῖχος οὐκ ἠθέλησαν δεομένων τῶν Αἰγινητῶν, ἀλλ’ αὐτοῖς κίνδυνος ἐφαίνετο ἐς τὸ τεῖχος κατακλῄεσθαι· ἀναχωρήσαντες δὲ ἐπὶ τὰ μετέωρα, ὡς οὐκ ἐνόμιζον ἀξιόμαχοι εἶναι, ἡσύχαζον.
尽管埃伊纳人百般恳求,但在该地区附近、曾协同建造城墙的一支拉刻代蒙人守备队却不愿与他们一同进入城墙内,因为在他们看来,被困在城墙里是有危险的;于是他们退往高处,由于认为自己没有足够的力量与敌人交战,便保持观望。
§4.57.3ἐν τούτῳ δὲ οἱ Ἀθηναῖοι κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι τὴν Θυρέαν.
在此期间,雅典人登岸并立即率领全军进军,攻占了蒂雷亚。
καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξεπόρθησαν, τούς τε Αἰγινήτας, ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν, ἄγοντες ἀφίκοντο ἐς τὰς Ἀθήνας καὶ τὸν ἄρχοντα ὃς παρ’ αὐτοῖς ἦν τῶν Λακεδαιμονίων, Τάνταλον τὸν Πατροκλέους· ἐζωγρήθη γὰρ τετρωμένος.
他们烧毁了该城,洗劫了城内的一切,并将所有未在战斗中被杀的埃伊纳人,以及在他们那里的拉刻代蒙人指挥官、帕特罗克勒斯之子坦塔罗斯一同押送到雅典;因为坦塔罗斯受了伤并被生擒。
§4.57.4ἦγον δέ τινας καὶ ἐκ τῶν Κυθήρων ἄνδρας ὀλίγους, οὓς ἐδόκει ἀσφαλείας ἕνεκα μεταστῆσαι.
他们还从基西拉带走了少数几个人,认为为了安全起见应当将他们迁移。
καὶ τούτους μὲν οἱ Ἀθηναῖοι ἐβουλεύσαντο καταθέσθαι ἐς τὰς νήσους, καὶ τοὺς ἄλλους Κυθηρίους οἰκοῦντας τὴν ἑαυτῶν φόρον τέσσαρα τάλαντα φέρειν, Αἰγινήτας δὲ ἀποκτεῖναι πάντας ὅσοι ἑάλωσαν διὰ τὴν προτέραν αἰεί ποτε ἔχθραν, Τάνταλον δὲ παρὰ τοὺς ἄλλους τοὺς ἐν τῇ νήσῳ Λακεδαιμονίους καταδῆσαι.
雅典人决议将这些人安置在各岛屿上,让居住在自己土地上的其余基西拉人缴纳四塔兰同的贡金,而将所有被俘的埃伊纳人全部处死,因为他们之间一直以来有着深仇大恨,并把坦塔罗斯与在那个岛上被俘的其他拉刻代蒙人一同拘禁起来。

词汇与语法注释

  1. §4.57.1ὃ ἔτυχον οἰκοδομοῦντες — 动词 τυγχάνω 与分词连用(τυγχάνω + 分词)起辅助动词的作用,表示“碰巧正在做”或“正巧在做”。此处以关系代词 ὅ 为宾语,描述埃伊纳人当时“正巧在建造”的城墙。
  2. §4.57.2ὡς οὐκ ἐνόμιζον ἀξιόμαχοι εἶναι — 连词 ὡς 在此处引导主观原因分句(“认为……”)。由于不定式 εἶναι 的主语与主句主语(拉刻代蒙守备队)一致,因此作表语的形容词 ἀξιόμαχοι 保持主格,而不采用宾格不定式结构。
  3. §4.57.4ἐβουλεύσαντο — 动词 ἐβουλεύσαντο(他们决议)支配了四个并列的不定式短语(καταθέσθαι, φέρειν, ἀποκτεῖναι, καταδῆσαι)。需要注意它们逻辑主语的切换:καταθέσθαι, ἀποκτεῖναι 和 καταδῆσαι 的主语是决议者雅典人自身(即“安置”、“处死”、“拘禁”),而 φέρειν 则带有宾格主语 τοὺς ἄλλους Κυθηρίους,表示“让其余基西拉人缴纳(贡金)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.57.1-4.57.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.57.1-4.57.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。