§4.55.1οἱ δὲ Λακεδαιμόνιοι ἰδόντες μὲν τοὺς Ἀθηναίους τὰ Κύθηρα ἔχοντας, προσδεχόμενοι δὲ καὶ ἐς τὴν γῆν σφῶν ἀποβάσεις τοιαύτας ποιήσεσθαι, ἁθρόᾳ μὲν οὐδαμοῦ τῇ δυνάμει ἀντετάξαντο, κατὰ δὲ τὴν χώραν φρουρὰς διέπεμψαν, ὁπλιτῶν πλῆθος, ὡς ἑκασταχόσε ἔδει, καὶ τὰ ἄλλα ἐν φυλακῇ πολλῇ ἦσαν, φοβούμενοι μὴ σφίσι νεώτερόν τι γένηται τῶν περὶ τὴν κατάστασιν, γεγενημένου μὲν τοῦ ἐν τῇ νήσῳ πάθους ἀνελπίστου καὶ μεγάλου, Πύλου δὲ ἐχομένης καὶ Κυθήρων καὶ πανταχόθεν σφᾶς περιεστῶτος πολέμου ταχέος καὶ ἀπροφυλάκτου,
另一方面,拉刻代蒙人见雅典人占领了基西拉岛,并预料到他们也会对自己的领土进行同样的登陆袭击,因此没有在任何地方集中全部兵力迎击,而是在全国各地派遣了守卫部队,即根据各处的需要分配一定数量的重装步兵,并且在其他方面也严加防范,因为他们害怕自己的政局体制发生某种变故。 尤其是在岛上遭受了意想不到且巨大的灾难,而皮洛斯和基西拉岛又被敌方占领,且一场迅速而防不胜防的战争正从四面八方向他们合围的情况下。
§4.55.2ὥστε παρὰ τὸ εἰωθὸς ἱππέας τετρακοσίους κατεστήσαντο καὶ τοξότας, ἔς τε τὰ πολεμικά, εἴπερ ποτέ, μάλιστα δὴ ὀκνηρότεροι ἐγένοντο, ξυνεστῶτες παρὰ τὴν ὑπάρχουσαν σφῶν ἰδέαν τῆς παρασκευῆς ναυτικῷ ἀγῶνι, καὶ τούτῳ πρὸς Ἀθηναίους, οἷς τὸ μὴ ἐπιχειρούμενον αἰεὶ ἐλλιπὲς ἦν τῆς δοκήσεώς τι πράξειν·
因此,他们反常地组建了一支由四百名骑兵和弓箭手组成的部队;在军事行动上,他们变得比以往任何时候都更加迟疑不前。 因为他们被迫卷入了与自己原有的军备体制相违背的海上交锋,而且对手偏偏是雅典人,对雅典人而言,凡是未曾尝试的事情,在他们看来,同他们预期要实现的成就相比,始终是一种欠缺。
§4.55.3καὶ ἅμα τὰ τῆς τύχης πολλὰ καὶ ἐν ὀλίγῳ ξυμβάντα παρὰ λόγον αὐτοῖς ἔκπληξιν μεγίστην παρεῖχε, καὶ ἐδέδισαν μή ποτε αὖθις ξυμφορά τις αὐτοῖς περιτύχῃ οἵα καὶ ἐν τῇ νήσῳ.
与此同时,在极短时间内连续发生的多起超出常理的命运打击,给他们带来了极大的震惊,他们唯恐类似岛上所发生的那种灾难会再次降临到自己头上。
§4.55.4ἀτολμότεροι δὲ δι’ αὐτὸ ἐς τὰς μάχας ἦσαν, καὶ πᾶν ὅτι κινήσειαν ᾤοντο ἁμαρτήσεσθαι διὰ τὸ τὴν γνώμην ἀνεχέγγυον γεγενῆσθαι ἐκ τῆς πρὶν ἀηθείας τοῦ κακοπραγεῖν.
正因如此,他们在战斗中变得更加畏首畏尾,并且认为自己无论采取什么行动都会失败,因为由于以往从未遭遇过逆境,他们的信心已经动摇。