Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.53.1-4.53.3

尼基阿斯远征基西拉岛与该岛重要性

第 418 段,共 917 段 · 希腊语

内容简介

记述雅典军队在尼基阿斯等人的指挥下远征基西拉岛,并说明该岛在拉科尼亚防卫中的地理与军事重要性。

§4.53.1Ἀθηναῖοι δὲ ἐν τῷ αὐτῷ θέρει ἑξήκοντα ναυσὶ καὶ δισχιλίοις ὁπλίταις ἱππεῦσί τε ὀλίγοις καὶ τῶν ξυμμάχων Μιλησίους καὶ ἄλλους τινὰς ἀγαγόντες ἐστράτευσαν ἐπὶ Κύθηρα·
在同一个夏天,雅典人率领六十艘战船、两千名重装步兵和少数骑兵,并带领同盟国中的米利都人及其他一些人,向基西拉岛进军。
ἐστρατήγει δὲ αὐτῶν Νικίας ὁ Νικηράτου καὶ Νικόστρατος ὁ Διειτρέφους καὶ Αὐτοκλῆς ὁ Τολμαίου.
他们的将军是尼克拉图斯之子尼基阿斯、迪伊特雷费斯之子尼科斯特拉托斯以及托尔麦乌斯之子奥托克莱斯。
§4.53.2τὰ δὲ Κύθηρα νῆσός ἐστιν, ἐπίκειται δὲ τῇ Λακωνικῇ κατὰ Μαλέαν· Λακεδαιμόνιοι δ’ εἰσὶ τῶν περιοίκων, καὶ κυθηροδίκης ἀρχὴ ἐκ τῆς Σπάρτης διέβαινεν αὐτόσε κατὰ ἔτος, ὁπλιτῶν τε φρουρὰν διέπεμπον αἰεὶ καὶ πολλὴν ἐπιμέλειαν ἐποιοῦντο.
基西拉是一个岛屿,在马利亚角附近临近拉科尼亚;居民是属于“庇里阿西”的拉刻代蒙人,每年都有一个被称为“基西拉裁判官”的官职从斯巴达渡海到该岛。 他们也经常向那里派遣重装步兵的卫戍部队,并予以极大的关注。
§4.53.3ἦν γὰρ αὐτοῖς τῶν τε ἀπ’ Αἰγύπτου καὶ Λιβύης ὁλκάδων προσβολή, καὶ λῃσταὶ ἅμα τὴν Λακωνικὴν ἧσσον ἐλύπουν ἐκ θαλάσσης, ᾗπερ μόνον οἷόν τε ἦν κακουργεῖσθαι· πᾶσα γὰρ ἀνέχει πρὸς τὸ Σικελικὸν καὶ Κρητικὸν πέλαγος.
因为对他们来说,该岛是来自埃及和利比亚的商船的停泊地,同时海盗也较少能从海上袭扰拉科尼亚,而这正是拉科尼亚唯一可能受到伤害的方式;因为拉科尼亚的整个国土都向着西西里海和克里特海延伸出去。

词汇与语法注释

  1. §4.53.2τῶν περιοίκων — 属格 τῶν περιοίκων(庇里阿西 / 周边居民)是部分属格(partitive genitive),表明基西拉岛的居民(上下文中省略的主语)是属于庇里阿西阶层的拉刻代蒙人(Λακεδαιμόνιοι)。
  2. §4.53.3ᾗπερ μόνον οἷόν τε ἦν κακουργεῖσθαι — 关系副词 ᾗπερ(以此种方式、由此途径)指代前文的 ἐκ θαλάσσης(从海上),意为“唯有从海上(这条途径)”。被动现在不定式 κακουργεῖσθαι(受害、被袭扰)作为无人称表达 οἷόν τε ἦν(是可能的)的补足语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.53.1-4.53.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.53.1-4.53.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。