§4.51.1τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Χῖοι τὸ τεῖχος περιεῖλον τὸ καινὸν κελευσάντων Ἀθηναίων καὶ ὑποπτευσάντων ἐς αὐτούς τι νεωτεριεῖν, ποιησάμενοι μέντοι πρὸς Ἀθηναίους πίστεις καὶ βεβαιότητα ἐκ τῶν δυνατῶν μηδὲν περὶ σφᾶς νεώτερον βουλεύσειν.
在同一个冬天,凯奥斯人也拆毁了他们的新城墙,因为雅典人命令他们这样做,并怀疑他们要发动叛乱;然而,凯奥斯人尽其所能向雅典人作出了信守誓言和保证,表示他们自己绝不企图进行任何叛乱。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἕβδομον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
冬天结束了,修昔底德所记录的这场战争的第七个年头也随之结束了。