Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.42.1-4.42.4

尼西阿斯率雅典军登陆科林斯领地

第 407 段,共 917 段 · 希腊语

内容简介

雅典军队在尼西阿斯等人的指挥下,率领包括骑兵在内的大军在科林斯领土上靠近索吕盖奥斯丘陵的海岸登陆,得知信号的科林斯军队迅速赶往防守。

§4.42.1τοῦ δ’ αὐτοῦ θέρους μετὰ ταῦτα εὐθὺς Ἀθηναῖοι ἐς τὴν Κορινθίαν ἐστράτευσαν ναυσὶν ὀγδοήκοντα καὶ δισχιλίοις ὁπλίταις ἑαυτῶν καὶ ἐν ἱππαγωγοῖς ναυσὶ διακοσίοις ἱππεῦσιν·
在同一夏天的这件事情之后,雅典人立即出兵科林斯领土,拥有八十艘船只、两千名本国重装步兵,以及搭乘运马船的两百名骑兵。
ἠκολούθουν δὲ καὶ τῶν ξυμμάχων Μιλήσιοι καὶ Ἄνδριοι καὶ Καρύστιοι, ἐστρατήγει δὲ Νικίας ὁ Νικηράτου τρίτος αὐτός.
同盟国中的米利都人、安德罗斯人和卡律斯托斯人也随同前往,将军是尼客拉托斯之子尼西阿斯,其本人为三位将军之一。
§4.42.2πλέοντες δὲ ἅμα ἕῳ ἔσχον μεταξὺ Χερσονήσου τε καὶ Ῥείτου ἐς τὸν αἰγιαλὸν τοῦ χωρίου ὑπὲρ οὗ ὁ Σολύγειος λόφος ἐστίν, ἐφ’ ὃν Δωριῆς τὸ πάλαι ἱδρυθέντες τοῖς ἐν τῇ πόλει Κορινθίοις ἐπολέμουν οὖσιν Αἰολεῦσιν·
他们在黎明时分航行,在赫索尼苏斯与雷图斯之间的海岸靠岸,该地之上是索吕盖奥斯丘陵,古时多利安人曾占领此丘陵,与当时属于爱奥利斯人的科林斯市内的居民作战。
καὶ κώμη νῦν ἐπ’ αὐτοῦ Σολύγεια καλουμένη ἐστίν.
如今该丘陵上有一个名为索吕盖亚的村庄。
ἀπὸ δὲ τοῦ αἰγιαλοῦ τούτου ἔνθα αἱ νῆες κατέσχον ἡ μὲν κώμη αὕτη δώδεκα σταδίους ἀπέχει, ἡ δὲ Κορινθίων πόλις ἑξήκοντα, ὁ δὲ Ἰσθμὸς εἴκοσι.
从船只靠岸的这片海岸起,该村庄距离十二斯塔德,科林斯城距离六十斯塔德,地峡距离二十斯塔德。
§4.42.3Κορίνθιοι δὲ προπυθόμενοι ἐξ Ἄργους ὅτι ἡ στρατιὰ ἥξει τῶν Ἀθηναίων, ἐκ πλείονος ἐβοήθησαν ἐς Ἰσθμὸν πάντες πλὴν τῶν ἔξω Ἰσθμοῦ·
科林斯人此前已从阿尔戈斯得知雅典军队即将到来的消息,因此很早以前,除了地峡以外的居民,所有人全军动员前往地峡增援。
καὶ ἐν Ἀμπρακίᾳ καὶ ἐν Λευκάδι ἀπῆσαν αὐτῶν πεντακόσιοι φρουροί· οἱ δ’ ἄλλοι πανδημεὶ ἐπετήρουν τοὺς Ἀθηναίους οἷ κατασχήσουσιν.
当时他们中有五百名守备兵远在安布拉基亚和莱夫卡斯而缺席,但其余的人全员集结,密切注视雅典人将在何处登陆。
§4.42.4ὡς δὲ αὐτοὺς ἔλαθον νυκτὸς καταπλεύσαντες καὶ τὰ σημεῖα αὐτοῖς ἤρθη, καταλιπόντες τοὺς ἡμίσεις αὐτῶν ἐν Κεγχρειᾷ, ἢν ἄρα οἱ Ἀθηναῖοι ἐπὶ τὸν Κρομμυῶνα ἴωσιν, ἐβοήθουν κατὰ τάχος.
然而,当雅典人在夜间航行登陆而未被他们察觉,且向他们升起烽火信号时,科林斯人留下半数兵力在肯克雷阿,以防雅典人前往克罗米翁,其余的人则迅速赶往增援。

词汇与语法注释

  1. §4.42.1τρίτος αὐτός — 代词 αὐτός 与序数词结合的惯用表达,表示“包括其本人在内的第几人”。此处指尼西阿斯是参与共同指挥的三位将军之一。
  2. §4.42.2ἔσχον — 动词 ἔχω 的不定过去时,在此处作为航海术语自动词用法,意为“(船只)靠岸”或“登陆”(省略了宾语 ναῦς)。
  3. §4.42.4ἔλαθον ... καταπλεύσαντες — 动词 λανθάνω 与分词结合的句型,表示“不为人知地做某事”。此处指雅典人在夜间悄悄登陆,而未被科林斯人察觉。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.42.1-4.42.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.42.1-4.42.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。