§4.43.1καὶ Βάττος μὲν ὁ ἕτερος τῶν στρατηγῶν (δύο γὰρ ἦσαν ἐν τῇ μάχῃ οἱ παρόντες) λαβὼν λόχον ἦλθεν ἐπὶ τὴν Σολύγειαν κώμην φυλάξων ἀτείχιστον οὖσαν, Λυκόφρων δὲ τοῖς ἄλλοις ξυνέβαλεν.
两位将军之一的巴托斯(因为当时在战场的只有两位)率领一个中队,前往守卫没有城墙防守的索吕盖亚村,而吕科弗隆则率领其余的军队与敌军交战。
§4.43.2καὶ πρῶτα μὲν τῷ δεξιῷ κέρᾳ τῶν Ἀθηναίων εὐθὺς ἀποβεβηκότι πρὸ τῆς Χερσονήσου οἱ Κορίνθιοι ἐπέκειντο, ἔπειτα δὲ καὶ τῷ ἄλλῳ στρατεύματι.
起初,科林斯人立即对刚在赫索尼苏斯前面登陆的雅典军右翼展开猛烈进攻,随后也对其余的军队发起攻击。
καὶ ἦν ἡ μάχη καρτερὰ καὶ ἐν χερσὶ πᾶσα.
战斗十分激烈,全都是近身肉搏。
§4.43.3καὶ τὸ μὲν δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ Καρυστίων (οὗτοι γὰρ παρατεταγμένοι ἦσαν ἔσχατοι) ἐδέξαντό τε τοὺς Κορινθίους καὶ ἐώσαντο μόλις· οἱ δὲ ὑποχωρήσαντες πρὸς αἱμασιάν (ἦν γὰρ τὸ χωρίον πρόσαντες πᾶν) βάλλοντες τοῖς λίθοις καθύπερθεν ὄντες καὶ παιανίσαντες ἐπῇσαν αὖθις, δεξαμένων δὲ τῶν Ἀθηναίων ἐν χερσὶν ἦν πάλιν ἡ μάχη.
雅典人和卡律斯托斯人(因为后者被部署在最边缘)的右翼迎击科林斯人,并艰难地击退了他们;但科林斯人退到石墙处(因为该地地势全部朝上倾斜),居高临下投掷石块,并唱起战歌再次发起进攻;雅典人予以迎击,战斗再次陷入近身肉搏。
§4.43.4λόχος δέ τις τῶν Κορινθίων ἐπιβοηθήσας τῷ εὐωνύμῳ κέρᾳ ἑαυτῶν ἔτρεψε τῶν Ἀθηναίων τὸ δεξιὸν κέρας καὶ ἐπεδίωξεν ἐς τὴν θάλασσαν· πάλιν δὲ ἀπὸ τῶν νεῶν ἀνέστρεψαν οἵ τε Ἀθηναῖοι καὶ οἱ Καρύστιοι.
然而,科林斯人的一个中队前去增援自己的左翼,击溃了雅典人的右翼,并将其追击至海边;但雅典人和卡律斯托斯人从船只处再次转身反击。
§4.43.5τὸ δὲ ἄλλο στρατόπεδον ἀμφοτέρωθεν ἐμάχετο ξυνεχῶς, μάλιστα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων, ἐφ’ ᾧ ὁ Λυκόφρων ὢν κατὰ τὸ εὐώνυμον τῶν Ἀθηναίων ἠμύνετο· ἤλπιζον γὰρ αὐτοὺς ἐπὶ τὴν Σολύγειαν κώμην πειράσειν.
与此同时,两军的其余部队也在持续交战,尤其是科林斯军的右翼,吕科弗隆在此处,迎战雅典军的左翼并进行防守;因为他们料到雅典人会企图夺取索吕盖亚村。