§4.37.1γνοὺς δὲ ὁ Κλέων καὶ ὁ Δημοσθένης [ὅτι], εἰ καὶ ὁποσονοῦν μᾶλλον ἐνδώσουσι, διαφθαρησομένους αὐτοὺς ὑπὸ τῆς σφετέρας στρατιᾶς, ἔπαυσαν τὴν μάχην καὶ τοὺς ἑαυτῶν ἀπεῖρξαν, βουλόμενοι ἀγαγεῖν αὐτοὺς Ἀθηναίοις ζῶντας, εἴ πως τοῦ κηρύγματος ἀκούσαντες ἐπικλασθεῖεν τῇ γνώμῃ τὰ ὅπλα παραδοῦναι καὶ ἡσσηθεῖεν τοῦ παρόντος δεινοῦ.
但克里昂和德摩斯梯尼认识到,如果对方再有任何一点退让,就会被自己的军队消灭,于是他们中止了战斗并阻止了自己的人,希望把他们活着带到雅典人面前,心想他们若是听到宣告,或许会在意志上动摇而交出武器,并向眼前的危险屈服。
§4.37.2ἐκήρυξάν τε, εἰ βούλονται, τὰ ὅπλα παραδοῦναι καὶ σφᾶς αὐτοὺς Ἀθηναίοις ὥστε βουλεῦσαι ὅτι ἂν ἐκείνοις δοκῇ.
他们宣告,如果愿意,就交出武器和他们自己给雅典人,以便由后者决定任何他们认为合适的事。