§4.36.1ἐπειδὴ δὲ ἀπέραντον ἦν, προσελθὼν ὁ τῶν Μεσσηνίων στρατηγὸς Κλέωνι καὶ Δημοσθένει ἄλλως ἔφη πονεῖν σφᾶς· εἰ δὲ βούλονται ἑαυτῷ δοῦναι τῶν τοξοτῶν μέρος τι καὶ τῶν ψιλῶν περιιέναι κατὰ νώτου αὐτοῖς ὁδῷ ᾗ ἂν αὐτὸς εὕρῃ, δοκεῖν βιάσεσθαι τὴν ἔφοδον.
既然无法得出结果,美塞尼亚人的将领走到克里昂和德摩斯梯尼面前,说道他们是在白白劳苦;如果他们愿意分给他在弓箭手和轻装兵中的一部分,让他们沿着自己能找到的路绕到敌人后方,他认为能够强行突破这一通路。
§4.36.2λαβὼν δὲ ἃ ᾐτήσατο, ἐκ τοῦ ἀφανοῦς ὁρμήσας ὥστε μὴ ἰδεῖν ἐκείνους, κατὰ τὸ αἰεὶ παρεῖκον τοῦ κρημνώδους τῆς νήσου προσβαίνων, καὶ ᾗ οἱ Λακεδαιμόνιοι χωρίου ἰσχύι πιστεύσαντες οὐκ ἐφύλασσον, χαλεπῶς τε καὶ μόλις περιελθὼν ἔλαθε, καὶ ἐπὶ τοῦ μετεώρου ἐξαπίνης ἀναφανεὶς κατὰ νώτου αὐτῶν τοὺς μὲν τῷ ἀδοκήτῳ ἐξέπληξε, τοὺς δὲ ἃ προσεδέχοντο ἰδόντας πολλῷ μᾶλλον ἐπέρρωσεν.
他得到了所请求的人员后,从隐蔽处出发,以免被对方看见,沿着岛上悬崖峭壁中一直可行进的地方向上攀登,并在拉刻代蒙人因深信地形险固而没有防守的地方,艰难而勉强地绕过,在未被发觉的情况下,突然在他们后方的高地上显露身影,一方面以出其不意使那些人惊慌失措,另一方面使那些看到自己所期待的一幕的人大受鼓舞。
§4.36.3καὶ οἱ Λακεδαιμόνιοι βαλλόμενοί τε ἀμφοτέρωθεν ἤδη καὶ γιγνόμενοι ἐν τῷ αὐτῷ ξυμπτώματι, ὡς μικρὸν μεγάλῳ εἰκάσαι, τῷ ἐν Θερμοπύλαις, ἐκεῖνοί τε γὰρ τῇ ἀτραπῷ περιελθόντων τῶν Περσῶν διεφθάρησαν, οὗτοί τε ἀμφίβολοι ἤδη ὄντες οὐκέτι ἀντεῖχον, ἀλλὰ πολλοῖς τε ὀλίγοι μαχόμενοι καὶ ἀσθενείᾳ σωμάτων διὰ τὴν σιτοδείαν ὑπεχώρουν, καὶ οἱ Ἀθηναῖοι ἐκράτουν ἤδη τῶν ἐφόδων.
此时拉刻代蒙人两面受敌,陷入了相同的境地——若是以小比大,就像在温泉关发生的那样,因为那里的那些人由于波斯人沿着小道绕过去而被消灭,而这里的这些人此时受到两面夹击,也再无法坚守,而是以少数对抗多数,且因缺乏粮食而身体虚弱,开始后退;雅典人此时已控制了这些通路。