§4.35.1τέλος δὲ τραυματιζομένων ἤδη πολλῶν διὰ τὸ αἰεὶ ἐν τῷ αὐτῷ ἀναστρέφεσθαι, ξυγκλῄσαντες ἐχώρησαν ἐς τὸ ἔσχατον ἔρυμα τῆς νήσου, ὃ οὐ πολὺ ἀπεῖχε, καὶ τοὺς ἑαυτῶν φύλακας.
最后,由于许多人一直局限在同一地方活动而纷纷负伤,他们便紧缩队形,撤退到了岛屿尽头的堡垒,那里距离并不远,也是他们自己的守备队驻扎的地方。
§4.35.2ὡς δὲ ἐνέδοσαν, ἐνταῦθα ἤδη πολλῷ ἔτι πλέονι βοῇ τεθαρσηκότες οἱ ψιλοὶ ἐπέκειντο, καὶ τῶν Λακεδαιμονίων ὅσοι μὲν ὑποχωροῦντες ἐγκατελαμβάνοντο, ἀπέθνῃσκον, οἱ δὲ πολλοὶ διαφυγόντες ἐς τὸ ἔρυμα μετὰ τῶν ταύτῃ φυλάκων ἐτάξαντο παρὰ πᾶν ὡς ἀμυνούμενοι ᾗπερ ἦν ἐπίμαχον.
当他们后退时,轻装兵此时由于更加高昂的呐喊声而士气大振,紧紧尾随追击;拉刻代蒙人中凡是在撤退时被追上的,均被杀死,而大多数人则逃入堡垒,与那里的守备队一起,沿着所有易受攻击的地方排开阵势,准备进行防御。
§4.35.3καὶ οἱ Ἀθηναῖοι ἐπισπόμενοι περίοδον μὲν αὐτῶν καὶ κύκλωσιν χωρίου ἰσχύι οὐκ εἶχον, προσιόντες δὲ ἐξ ἐναντίας ὤσασθαι ἐπειρῶντο.
雅典人虽然紧追其后,但由于地形险固,无法对他们进行迂回和包围,只能从正面逼近,试图将他们击退。
§4.35.4καὶ χρόνον μὲν πολὺν καὶ τῆς ἡμέρας τὸ πλεῖστον ταλαιπωρούμενοι ἀμφότεροι ὑπό τε τῆς μάχης καὶ δίψης καὶ ἡλίου ἀντεῖχον, πειρώμενοι οἱ μὲν ἐξελάσασθαι ἐκ τοῦ μετεώρου, οἱ δὲ μὴ ἐνδοῦναι·
在很长一段时间里,甚至在一天的大部分时间里,双方虽然饱受战斗、口渴和烈日的折磨,但仍然坚持着,一方企图将对手赶出高地,另一方则力图不后退。
ῥᾷον δ’ οἱ Λακεδαιμόνιοι ἠμύνοντο ἢ ἐν τῷ πρίν, οὐκ οὔσης σφῶν τῆς κυκλώσεως ἐς τὰ πλάγια.
然而,拉刻代蒙人比以前更容易进行防守,因为已经没有可能从侧翼对他们进行包围了。