§4.34.1χρόνον μὲν οὖν τινὰ ὀλίγον οὕτω πρὸς ἀλλήλους ἠκροβολίσαντο·
于是,在一段短暂的时间里,他们就这样互相进行着小规模的交火。
τῶν δὲ Λακεδαιμονίων οὐκέτι ὀξέως ἐπεκθεῖν ᾗ προσπίπτοιεν δυναμένων, γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη ὄντας τῷ ἀμύνασθαι, καὶ αὐτοὶ τῇ τε ὄψει τοῦ θαρσεῖν τὸ πλεῖστον εἰληφότες πολλαπλάσιοι φαινόμενοι καὶ ξυνειθισμένοι μᾶλλον μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι φαίνεσθαι, ὅτι οὐκ εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν, ὥσπερ ὅτε πρῶτον ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους, καταφρονήσαντες καὶ ἐμβοήσαντες ἁθρόοι ὥρμησαν ἐπ’ αὐτοὺς καὶ ἔβαλλον λίθοις τε καὶ τοξεύμασι καὶ ἀκοντίοις, ὡς ἕκαστός τι πρόχειρον εἶχεν.
然而,当拉刻代蒙人已无法在遭到袭击的地点迅速发起反冲锋时,轻装兵发现他们防守的动作已经变得迟缓,而他们自己从看到自身多出数倍的兵力这一景象中获得了极大信心,并且也越来越习惯于拉刻代蒙人不再像以前那样令他们生畏——因为他们并没有立刻遭受如预期般严重的打击,而当他们最初登岛时,一想到要面对拉刻代蒙人,心神便被恐惧所奴役——因此,他们鄙视起对手,一齐发出呐喊,向他们冲去,用石头、箭矢和标枪等各自手头现成的兵器投掷过去。
§4.34.2γενομένης δὲ τῆς βοῆς ἅμα τῇ ἐπιδρομῇ ἔκπληξίς τε ἐνέπεσεν ἀνθρώποις ἀήθεσι τοιαύτης μάχης καὶ ὁ κονιορτὸς τῆς ὕλης νεωστὶ κεκαυμένης ἐχώρει πολὺς ἄνω, ἄπορόν τε ἦν ἰδεῖν τὸ πρὸ αὑτοῦ ὑπὸ τῶν τοξευμάτων καὶ λίθων ἀπὸ πολλῶν ἀνθρώπων μετὰ τοῦ κονιορτοῦ ἅμα φερομένων.
在冲锋的同时,呐喊声骤然响起,使这些不习惯此类战斗的人陷入了恐慌;同时,由于不久前刚被烧毁的树木扬起了漫天尘土,在众多人投掷的箭矢、石块与尘土一同飞来之下,根本无法看清自己前方的情况。
§4.34.3τό τε ἔργον ἐνταῦθα χαλεπὸν τοῖς Λακεδαιμονίοις καθίστατο· οὔτε γὰρ οἱ πῖλοι ἔστεγον τὰ τοξεύματα, δοράτιά τε ἐναπεκέκλαστο βαλλομένων, εἶχόν τε οὐδὲν σφίσιν αὐτοῖς χρήσασθαι ἀποκεκλῃμένοι μὲν τῇ ὄψει τοῦ προορᾶν, ὑπὸ δὲ τῆς μείζονος βοῆς τῶν πολεμίων τὰ ἐν αὐτοῖς παραγγελλόμενα οὐκ ἐσακούοντες, κινδύνου τε πανταχόθεν περιεστῶτος καὶ οὐκ ἔχοντες ἐλπίδα καθ’ ὅτι χρὴ ἀμυνομένους σωθῆναι.
此时,拉刻代蒙人的处境变得极为艰难;因为他们的毡帽无法抵挡箭矢,而在遭到攻击时,折断的标枪和箭柄纷纷留插在他们身上,他们也无法发挥自己的力量,不仅视线受阻无法看清前方,而且由于敌军排山倒海般的呐喊声,连己方内部传达的口令也无法听清,危险从四面八方包围过来,他们完全看不到任何可以通过防守而获救的希望。