§4.30.1ἀπὸ δὲ τοῦ Αἰτωλικοῦ πάθους, ὃ διὰ τὴν ὕλην μέρος τι ἐγένετο, οὐχ ἥκιστα αὐτὸν ταῦτα ἐσῄει.
因为这些想法浮现在他的脑海中,这在很大程度上是由于在埃托利亚遭受的惨痛教训,而那次灾难在某种程度上也是由森林引起的。
§4.30.2τῶν δὲ στρατιωτῶν ἀναγκασθέντων διὰ τὴν στενοχωρίαν τῆς νήσου τοῖς ἐσχάτοις προσίσχοντας ἀριστοποιεῖσθαι διὰ προφυλακῆς καὶ ἐμπρήσαντός τινος κατὰ μικρὸν τῆς ὕλης ἄκοντος καὶ ἀπὸ τούτου πνεύματος ἐπιγενομένου τὸ πολὺ αὐτῆς ἔλαθε κατακαυθέν.
但是,由于岛屿狭窄,士兵们被迫在最边缘的地方靠岸,并在警戒下吃午饭;期间有人不小心点燃了森林的一小部分,随后风势顺着火势蔓延,不知不觉中,森林的大部分都被烧毁了。
§4.30.3οὕτω δὴ τούς τε Λακεδαιμονίους μᾶλλον κατιδὼν πλείους ὄντας, ὑπονοῶν πρότερον ἐλάσσοσι τὸν σῖτον αὐτοῦ ἐσπέμπειν, τήν τε νῆσον εὐαποβατωτέραν οὖσαν, τότε ὡς ἐπ᾽ ἀξιόχρεων τοὺς Ἀθηναίους μᾶλλον σπουδὴν ποιεῖσθαι τὴν ἐπιχείρησιν παρεσκευάζετο, στρατιάν τε μεταπέμπων ἐκ τῶν ἐγγὺς ξυμμάχων καὶ τὰ ἄλλα ἑτοιμάζων.
因此,他更清楚地看到拉塞达米人其实人数更多(他此前曾怀疑敌人运送粮食到那里是为了供给较少的人),并且该岛变得更容易登陆,于是他开始准备这次行动,以便让雅典人对这一值得付出努力的目标投入更大的热忱,同时从邻近的盟国调遣军队,并准备其他一切事务。
§4.30.4Κλέων δὲ ἐκείνῳ τε προπέμψας ἄγγελον ὡς ἥξων καὶ ἔχων στρατιὰν ἣν ᾐτήσατο, ἀφικνεῖται ἐς Πύλον.
克里昂预先派使者去告诉德摩斯梯尼自己即将带着对方所要求的军队到来,随后抵达了皮洛斯。
καὶ ἅμα γενόμενοι πέμπουσι πρῶτον ἐς τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον κήρυκα, προκαλούμενοι, εἰ βούλοιντο, ἄνευ κινδύνου τοὺς ἐν τῇ νήσῳ ἄνδρας σφίσι τά τε ὅπλα καὶ σφᾶς αὐτοὺς κελεύειν παραδοῦναι, ἐφ’ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσονται, ἕως ἄν τι περὶ τοῦ πλέονος ξυμβαθῇ.
两人汇合后,首先向陆地上的敌军营地派出一名传令官,提议如果他们愿意,为了避免危险,可命令岛上的士兵向雅典人缴械投降,条件是将他们置于适当的看管之下,直到双方就更广泛的重大问题达成某种协议。