§4.29.1καὶ πάντα διαπραξάμενος ἐν τῇ ἐκκλησίᾳ καὶ ψηφισαμένων Ἀθηναίων αὐτῷ τὸν πλοῦν, τῶν τε ἐν Πύλῳ στρατηγῶν ἕνα προσελόμενος Δημοσθένη, τὴν ἀναγωγὴν διὰ τάχους ἐποιεῖτο.
在公民大会上办妥一切事务,且雅典人投票通过了他的航行决议后,克里昂便挑选了在皮洛斯的将军之一德摩斯梯尼作为同僚,并迅速做好了起航准备。
§4.29.2τὸν δὲ Δημοσθένη προσέλαβε πυνθανόμενος τὴν ἀπόβασιν αὐτὸν ἐς τὴν νῆσον διανοεῖσθαι.
他之所以选择德摩斯梯尼,是因为听说德摩斯梯尼正计划登陆该岛。
οἱ γὰρ στρατιῶται κακοπαθοῦντες τοῦ χωρίου τῇ ἀπορίᾳ καὶ μᾶλλον πολιορκούμενοι ἢ πολιορκοῦντες ὥρμηντο διακινδυνεῦσαι.
因为那里的士兵由于地方艰难而饱受痛苦,而且与其说是他们在包围敌人,不如说是他们被包围,因此他们极度渴望冒险一战。
καὶ αὐτῷ ἔτι ῥώμην καὶ ἡ νῆσος ἐμπρησθεῖσα παρέσχεν.
此外,该岛发生的火灾也给德摩斯梯尼带来了更大的信心。
§4.29.3πρότερον μὲν γὰρ οὔσης αὐτῆς ὑλώδους ἐπὶ τὸ πολὺ καὶ ἀτριβοῦς διὰ τὴν αἰεὶ ἐρημίαν ἐφοβεῖτο καὶ πρὸς τῶν πολεμίων τοῦτο ἐνόμιζε μᾶλλον εἶναι· πολλῷ γὰρ ἂν στρατοπέδῳ ἀποβάντι ἐξ ἀφανοῦς χωρίου προσβάλλοντας αὐτοὺς βλάπτειν.
因为在此之前,由于该岛长期荒无人烟,大部分地方树木茂密且无路可通,所以德摩斯梯尼一直感到畏惧,并认为这更有利于敌人;他认为,即使大军登陆,敌军从隐蔽处发起攻击也会给他们造成伤害。
σφίσι μὲν γὰρ τὰς ἐκείνων ἁμαρτίας καὶ παρασκευὴν ὑπὸ τῆς ὕλης οὐκ ἂν ὁμοίως δῆλα εἶναι, τοῦ δὲ αὑτῶν στρατοπέδου καταφανῆ ἂν εἶναι πάντα τὰ ἁμαρτήματα, ὥστε προσπίπτειν ἂν αὐτοὺς ἀπροσδοκήτως ᾗ βούλοιντο· ἐπ’ ἐκείνοις γὰρ εἶναι ἂν τὴν ἐπιχείρησιν.
因为在林木的阻挡下,敌人的失误和准备对他们来说不那么容易看清,而他们自己军队的所有失误都会暴露无遗,结果敌人可以在他们想要的地方出其不意地发起袭击;因为攻击的主导权将在敌人手中。
§4.29.4εἰ δ’ αὖ ἐς δασὺ χωρίον βιάζοιτο ὁμόσε ἰέναι, τοὺς ἐλάσσους, ἐμπείρους δὲ τῆς χώρας, κρείσσους ἐνόμιζε τῶν πλεόνων ἀπείρων· λανθάνειν τε ἂν τὸ ἑαυτῶν στρατόπεδον πολὺ ὂν διαφθειρόμενον, οὐκ οὔσης τῆς προσόψεως ᾗ χρῆν ἀλλήλοις ἐπιβοηθεῖν.
另一方面,如果他强行要求在密林中进行肉搏战,他认为人数较少但熟悉地形的敌人,会优于人数较多但不熟悉地形的己方;而且,由于无法看清哪里需要互相救援,他们庞大的军队也会在不知不觉中被消灭。