Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.3.1-4.3.3

雅典舰队避风庇罗斯与德摩斯梯尼筑垒主张

第 368 段,共 917 段 · 希腊语

内容简介

雅典舰队在庇罗斯附近遭遇风暴并在此避风,德摩斯梯尼主张在该地筑垒防御,但遭到其他将军的反对。德摩斯梯尼坚信庇罗斯在战略上具有独特优势,尤其是可作为梅塞尼亚人的基地。

§4.3.1καὶ ὡς ἐγένοντο πλέοντες κατὰ τὴν Λακωνικὴν καὶ ἐπυνθάνοντο ὅτι αἱ νῆες ἐν Κερκύρᾳ ἤδη εἰσὶ τῶν Πελοποννησίων, ὁ μὲν Εὐρυμέδων καὶ Σοφοκλῆς ἠπείγοντο ἐς τὴν Κέρκυραν, ὁ δὲ Δημοσθένης ἐς τὴν Πύλον πρῶτον ἐκέλευε σχόντας αὐτοὺς καὶ πράξαντας ἃ δεῖ τὸν πλοῦν ποιεῖσθαι·
当他们航行至拉科尼亚沿岸,并获悉伯罗奔尼撒人的船只已在科尔库拉时,欧里梅敦和索福克勒斯急于赶往科尔库拉,而德摩斯梯尼则催促他们先在庇罗斯停靠,在办完该办的事后再继续航行。
ἀντιλεγόντων δὲ κατὰ τύχην χειμὼν ἐπιγενόμενος κατήνεγκε τὰς ναῦς ἐς τὴν Πύλον.
正当他们争论不休时,碰巧风暴来袭,将船只驱入了庇罗斯。
§4.3.2καὶ ὁ Δημοσθένης εὐθὺς ἠξίου τειχίζεσθαι τὸ χωρίον (ἐπὶ τοῦτο γὰρ ξυνεκπλεῦσαι), καὶ ἀπέφαινε πολλὴν εὐπορίαν ξύλων τε καὶ λίθων, καὶ φύσει καρτερὸν ὂν καὶ ἐρῆμον αὐτό τε καὶ ἐπὶ πολὺ τῆς χώρας·
德摩斯梯尼随即主张应当筑垒防御该地(因为他说自己一同航行正是为了这个目的),并指出这里有充足的木材和石料,且该地本身地势险要,又与该国的大片土地一样荒无人烟。
ἀπέχει γὰρ σταδίους μάλιστα ἡ Πύλος τῆς Σπάρτης τετρακοσίους καὶ ἔστιν ἐν τῇ Μεσσηνίᾳ ποτὲ οὔσῃ γῇ, καλοῦσι δὲ αὐτὴν οἱ Λακεδαιμόνιοι Κορυφάσιον.
因为庇罗斯距离斯巴达大约四百斯塔迪亚,位于昔日的梅塞尼亚土地上;拉刻代蒙人称之为科里法西翁。
§4.3.3οἱ δὲ πολλὰς ἔφασαν εἶναι ἄκρας ἐρήμους τῆς Πελοποννήσου, ἢν βούληται καταλαμβάνων τὴν πόλιν δαπανᾶν.
但他们说,如果他想占领并消耗城邦的资金,伯罗奔尼撒有许多荒凉的岬角。
τῷ δὲ διάφορόν τι ἐδόκει εἶναι τοῦτο τὸ χωρίον ἑτέρου μᾶλλον, λιμένος τε προσόντος καὶ τοὺς Μεσσηνίους οἰκείους ὄντας αὐτῷ τὸ ἀρχαῖον καὶ ὁμοφώνους τοῖς Λακεδαιμονίοις πλεῖστ’ ἂν βλάπτειν ἐξ αὐτοῦ ὁρμωμένους, καὶ βεβαίους ἅμα τοῦ χωρίου φύλακας ἔσεσθαι.
然而,在他看来,这个地方比其他任何地方都更为独特,因为这里不仅有港口,而且那些自古以来就与此地有渊源、且与拉刻代蒙人使用相同方言的梅塞尼亚人,若以此为基地出击,将会给敌人带来最大的伤害,同时他们也会成为该地可靠的守卫者。

词汇与语法注释

  1. §4.3.1ἀντιλεγόντων — 属格绝对结构。省略了代词主语,指代前文中提出反对意见的将军们。
  2. §4.3.2ξυνεκπλεῦσαι — 间接引语中的不定式,依赖于前面的动词 ἠξίου(或由此暗示的表示说话的动词如 ἔφη),表达德摩斯梯尼本人的主张。
  3. §4.3.3τὴν πόλιν δαπανᾶν — 意为“使城邦耗费资金”。动词 δαπανᾶν 在此处作及物动词使用,以 τὴν πόλιν 为宾语,意为“让城邦(雅典)支出费用”或“消耗城邦的资源”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.3.1-4.3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.3.1-4.3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。