§4.2.1ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ ἦρος, πρὶν τὸν σῖτον ἐν ἀκμῇ εἶναι, Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐσέβαλον ἐς τὴν Ἀττικήν (ἡγεῖτο δὲ Ἆγις ὁ Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς), καὶ ἐγκαθεζόμενοι ἐδῄουν τὴν γῆν.
在今年春天的同一时期,在麦子尚未成熟之前,伯罗奔尼撒人及其盟友入侵了阿提卡(由阿基达马斯之子、拉刻代蒙人的国王阿基斯指挥),并安营扎寨,蹂躏该地。
§4.2.2Ἀθηναῖοι δὲ τάς τε τεσσαράκοντα ναῦς ἐς Σικελίαν ἀπέστειλαν, ὥσπερ παρεσκευάζοντο, καὶ στρατηγοὺς τοὺς ὑπολοίπους Εὐρυμέδοντα καὶ Σοφοκλέα· Πυθόδωρος γὰρ ὁ τρίτος αὐτῶν ἤδη προαφῖκτο ἐς Σικελίαν.
雅典人按照原先的准备,派遣了四十艘船前往西西里,并随行派出了其余的将军欧里梅敦和索福克勒斯;因为他们中的第三人皮托多罗斯已经提前抵达西西里。
§4.2.3εἶπον δὲ τούτοις καὶ Κερκυραίων ἅμα παραπλέοντας τῶν ἐν τῇ πόλει ἐπιμεληθῆναι, οἳ ἐλῃστεύοντο ὑπὸ τῶν ἐν τῷ ὄρει φυγάδων· καὶ Πελοποννησίων αὐτόσε νῆες ἑξήκοντα παρεπεπλεύκεσαν τοῖς ἐν τῷ ὄρει τιμωροὶ καὶ λιμοῦ ὄντος μεγάλου ἐν τῇ πόλει νομίζοντες κατασχήσειν ῥᾳδίως τὰ πράγματα.
他们还指示这些人在顺道航行时,同时照管城内的科尔库拉人,这些人正遭到山上流亡者的掠夺;而伯罗奔尼撒人的六十艘船只已经航行到那里去援助山上的流亡者,并认为由于城内发生大饥荒,他们将能轻易控制局势。
§4.2.4Δημοσθένει δὲ ὄντι ἰδιώτῃ μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Ἀκαρνανίας αὐτῷ δεηθέντι εἶπον χρῆσθαι ταῖς ναυσὶ ταύταις, ἢν βούληται, περὶ τὴν Πελοπόννησον.
至于德摩斯梯尼,自阿卡纳尼亚撤退后他便是一个平民,在向他们提出请求后,他们允许他如果愿意的话,可以在伯罗奔尼撒周围使用这些船只。