§4.28.1ὁ δὲ Νικίας τῶν τε Ἀθηναίων τι ὑποθορυβησάντων ἐς τὸν Κλέωνα, ὅτι οὐ καὶ νῦν πλεῖ, εἰ ῥᾴδιόν γε αὐτῷ φαίνεται, καὶ ἅμα ὁρῶν αὐτὸν ἐπιτιμῶντα, ἐκέλευεν ἥντινα βούλεται δύναμιν λαβόντα τὸ ἐπὶ σφᾶς εἶναι ἐπιχειρεῖν.
而尼基阿斯看到雅典人对克里昂起哄,质问他既然觉得容易,为什么现在不亲自起航,同时又看到克里昂在指责自己,便敦促他可以带上任何他想要的兵力,就将军们而言,去进行这次尝试。
§4.28.2ὁ δὲ τὸ μὲν πρῶτον οἰόμενος αὐτὸν λόγῳ μόνον ἀφιέναι ἑτοῖμος ἦν, γνοὺς δὲ τῷ ὄντι παραδωσείοντα ἀνεχώρει καὶ οὐκ ἔφη αὐτὸς ἀλλ’ ἐκεῖνον στρατηγεῖν, δεδιὼς ἤδη καὶ οὐκ ἂν οἰόμενός οἱ αὐτὸν τολμῆσαι ὑποχωρῆσαι.
克里昂起初以为尼基阿斯只是在口头上让步,因而准备接受;但当他察觉到对方真的想要让出指挥权时,便往后退缩,声称不是自己而是对方才是将军,因为他此时已经感到害怕,并且万万没有想到尼基阿斯竟然真的敢向自己让步。
§4.28.3αὖθις δὲ ὁ Νικίας ἐκέλευε καὶ ἐξίστατο τῆς ἐπὶ Πύλῳ ἀρχῆς καὶ μάρτυρας τοὺς Ἀθηναίους ἐποιεῖτο.
然而尼基阿斯再次催促,并声明放弃在皮洛斯的指挥权,让雅典人作证。
οἱ δέ, οἷον ὄχλος φιλεῖ ποιεῖν, ὅσῳ μᾶλλον ὁ Κλέων ὑπέφευγε τὸν πλοῦν καὶ ἐξανεχώρει τὰ εἰρημένα, τόσῳ ἐπεκελεύοντο τῷ Νικίᾳ παραδιδόναι τὴν ἀρχὴν καὶ ἐκείνῳ ἐπεβόων πλεῖν.
而雅典人就像群众一贯的表现那样,克里昂越是躲避这次航行、越是想收回自己说过的话,他们就越是敦促尼基阿斯交出指挥权,并向克里昂高喊让他起航。
§4.28.4ὥστε οὐκ ἔχων ὅπως τῶν εἰρημένων ἔτι ἐξαπαλλαγῇ, ὑφίσταται τὸν πλοῦν, καὶ παρελθὼν οὔτε φοβεῖσθαι ἔφη Λακεδαιμονίους πλεύσεσθαί τε λαβὼν ἐκ μὲν τῆς πόλεως οὐδένα, Λημνίους δὲ καὶ Ἰμβρίους τοὺς παρόντας καὶ πελταστὰς οἳ ἦσαν ἔκ τε Αἴνου βεβοηθηκότες καὶ ἄλλοθεν τοξότας τετρακοσίους·
因此,克里昂眼看无法再摆脱自己说过的这些话,便承担了这次航行。
ταῦτα δὲ ἔχων ἔφη πρὸς τοῖς ἐν Πύλω στρατιώταις ἐντὸς ἡμερῶν εἴκοσιν ἢ ἄξειν Λακεδαιμονίους ζῶντας ἢ αὐτοῦ ἀποκτενεῖν.
他走上前来,宣称自己并不害怕拉刻代蒙人,而且起航时不需要从本市带走一个重装步兵,只需带上现有的雷姆诺斯人和因布罗斯人,以及从埃诺斯来援助的轻盾兵和来自其他地方的四百名弓箭手;他声称,凭借这些兵力,加上皮洛斯现有的士兵,他将在二十天内,要么把拉刻代蒙人活捉回来,要么在当地将他们消灭。
§4.28.5τοῖς δὲ Ἀθηναίοις ἐνέπεσε μέν τι καὶ γέλωτος τῇ κουφολογίᾳ αὐτοῦ, ἀσμένοις δ’ ὅμως ἐγίγνετο τοῖς σώφροσι τῶν ἀνθρώπων, λογιζομένοις δυοῖν ἀγαθοῖν τοῦ ἑτέρου τεύξεσθαι, ἢ Κλέωνος ἀπαλλαγήσεσθαι, ὃ μᾶλλον ἤλπιζον, ἢ σφαλεῖσι γνώμης Λακεδαιμονίους σφίσι χειρώσεσθαι.
雅典人对他的大话感到有些好笑,但那些理智的人依然感到高兴,因为他们盘算着在这两件好事中必定能得到其中之一:要么摆脱克里昂(这是他们更希望看到的),要么如果这个期望落空,他们也将能亲手降服拉刻代蒙人。