§4.27.1ἐν δὲ ταῖς Ἀθήναις πυνθανόμενοι περὶ τῆς στρατιᾶς ὅτι ταλαιπωρεῖται καὶ σῖτος τοῖς ἐν τῇ νήσῳ ὅτι ἐσπλεῖ, ἠπόρουν καὶ ἐδεδοίκεσαν μὴ σφῶν χειμὼν τὴν φυλακὴν ἐπιλάβοι, ὁρῶντες τῶν τε ἐπιτηδείων τὴν περὶ τὴν Πελοπόννησον κομιδὴν ἀδύνατον ἐσομένην, ἅμα ἐν χωρίῳ ἐρήμῳ καὶ οὐδ’ ἐν θέρει οἷοί τε ὄντες ἱκανὰ περιπέμπειν, τόν τε ἔφορμον χωρίων ἀλιμένων ὄντων οὐκ ἐσόμενον, ἀλλ’ ἢ σφῶν ἀνέντων τὴν φυλακὴν περιγενήσεσθαι τοὺς ἄνδρας ἢ τοῖς πλοίοις ἃ τὸν σῖτον αὐτοῖς ἦγε χειμῶνα τηρήσαντας ἐκπλεύσεσθαι.
在雅典,当人们得知军队正处于困境,且粮食正被运入岛上时,他们感到束手无策,并担心冬天会中断他们的防守。 因为他们看到,绕过伯罗奔尼撒半岛运送物资将变得不可能,同时即使在夏天,他们也无法向这样一个荒凉的地方传送充足的补给;而且由于该地没有港口,海上封锁也将难以为继,结果要么是由于他们放松警备而让那些人得以幸存,要么是那些人乘着为他们运送粮食的船只,等待冬日风暴而乘机航行逸去。
§4.27.2πάντων τε ἐφοβοῦντο μάλιστα τοὺς Λακεδαιμονίους, ὅτι ἔχοντάς τι ἰσχυρὸν αὐτοὺς ἐνόμιζον οὐκέτι σφίσιν ἐπικηρυκεύεσθαι· καὶ μετεμέλοντο τὰς σπονδὰς οὐ δεξάμενοι.
他们最害怕的莫过于拉刻代蒙人,因为他们认为对方既然有了某种强有力的凭仗,才不再向他们派使者求和;他们也为没有接受之前的停战协定而感到后悔。
§4.27.3Κλέων δὲ γνοὺς αὐτῶν τὴν ἐς αὑτὸν ὑποψίαν περὶ τῆς κωλύμης τῆς ξυμβάσεως οὐ τἀληθῆ ἔφη λέγειν τοὺς ἐξαγγέλλοντας.
而克里昂察觉到众人因阻挠和议而对他产生的猜疑,便宣称那些前来报告的人所说并非属实。
παραινούντων δὲ τῶν ἀφιγμένων, εἰ μὴ σφίσι πιστεύουσι, κατασκόπους τινὰς πέμψαι, ᾑρέθη κατάσκοπος αὐτὸς μετὰ Θεαγένους ὑπὸ Ἀθηναίων.
但由于刚到达的人建议,如果不相信他们,就应该派遣一些调查员去,于是克里昂本人便被雅典人选为调查员,与塞阿盖内斯同行。
§4.27.4καὶ γνοὺς ὅτι ἀναγκασθήσεται ἢ ταὐτὰ λέγειν οἷς διέβαλλεν ἢ τἀναντία εἰπὼν ψευδὴς φανήσεσθαι, παρῄνει τοῖς Ἀθηναίοις, ὁρῶν αὐτοὺς καὶ ὡρμημένους τι τὸ πλέον τῇ γνώμῃ στρατεύειν, ὡς χρὴ κατασκόπους μὲν μὴ πέμπειν μηδὲ διαμέλλειν καιρὸν παριέντας, εἰ δὲ δοκεῖ αὐτοῖς ἀληθῆ εἶναι τὰ ἀγγελλόμενα, πλεῖν ἐπὶ τοὺς ἄνδρας.
他意识到自己去后要么不得不说出与他所诽谤的人相同的话,要么说相反的话而暴露出自己是说谎者,于是他看到雅典人在心理上已经更加倾向于出征,便向他们建议,不应当派遣调查员,也不应当拖延时间以致错失良机,如果他们认为所报告的是真实的,就应当立刻起航去进攻那些人。
§4.27.5καὶ ἐς Νικίαν τὸν Νικηράτου στρατηγὸν ὄντα ἀπεσήμαινεν, ἐχθρὸς ὢν καὶ ἐπιτιμῶν, ῥᾴδιον εἶναι παρασκευῇ, εἰ ἄνδρες εἶεν οἱ στρατηγοί, πλεύσαντας λαβεῖν τοὺς ἐν τῇ νήσῳ, καὶ αὐτός γ’ ἄν, εἰ ἦρχε, ποιῆσαι τοῦτο.
并且,他针对当时担任将军的尼客拉托斯之子尼基阿斯(因为他是尼基阿斯的政敌并常加指责),声称如果将军们是真正的男子汉,那么装备军队起航去生擒岛上的人是件很容易的事,如果由他自己来指挥,他早就这么做了。