§4.26.1ἐν δὲ τῇ Πύλῳ ἔτι ἐπολιόρκουν τοὺς ἐν τῇ νήσῳ Λακεδαιμονίους οἱ Ἀθηναῖοι, καὶ τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον τῶν Πελοποννησίων κατὰ χώραν ἔμενεν.
与此同时,在庇罗斯,雅典人仍在围困岛上的拉刻代蒙人,而陆地上的伯罗奔尼撒人军队则原地未动。
§4.26.2ἐπίπονος δ’ ἦν τοῖς Ἀθηναίοις ἡ φυλακὴ σίτου τε ἀπορίᾳ καὶ ὕδατος·
由于缺乏粮食和水,对雅典人而言,看守工作十分艰苦。
οὐ γὰρ ἦν κρήνη ὅτι μὴ μία ἐν αὐτῇ τῇ ἀκροπόλει τῆς Πύλου καὶ αὕτη οὐ μεγάλη, ἀλλὰ διαμώμενοι τὸν κάχληκα οἱ πλεῖστοι ἐπὶ τῇ θαλάσσῃ ἔπινον οἷον εἰκὸς ὕδωρ.
因为除了庇罗斯卫城本身内部的一眼小泉之外,别无其他泉水,因此大多数人只得在海滩上挖掘砾石,饮用不出所料的那种水。
§4.26.3στενοχωρία τε ἐν ὀλίγῳ στρατοπεδευομένοις ἐγίγνετο, καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο κατὰ μέρος, αἱ δὲ μετέωροι ὥρμουν.
他们在狭窄的地方扎营,空间十分拥挤,而且由于船只没有锚地,有些船只轮流在陆地上进餐,其余的则停泊在海面上。
§4.26.4ἀθυμίαν τε πλείστην ὁ χρόνος παρεῖχε παρὰ λόγον ἐπιγιγνόμενος, οὓς ᾤοντο ἡμερῶν ὀλίγων ἐκπολιορκήσειν ἐν νήσῳ τε ἐρήμῃ καὶ ὕδατι ἁλμυρῷ χρωμένους.
此外,时间的拖延超出了预期,给他们带来了极大的沮丧,因为他们原以为在几天之内就能将那些在一座荒岛上且只能饮用咸水的人围困至降。
§4.26.5αἴτιον δὲ ἦν οἱ Λακεδαιμόνιοι προειπόντες ἐς τὴν νῆσον ἐσάγειν σῖτόν τε τὸν βουλόμενον ἀληλεμένον καὶ οἶνον καὶ τυρὸν καὶ εἴ τι ἄλλο βρῶμα, οἷ’ ἂν ἐς πολιορκίαν ξυμφέρῃ, τάξαντες ἀργυρίου πολλοῦ καὶ τῶν Εἱλώτων τῷ ἐσαγαγόντι ἐλευθερίαν ὑπισχνούμενοι.
其原因在于拉刻代蒙人曾预先宣布:任何愿意的人都可以向岛上运送磨碎的面粉、葡萄酒、奶酪以及任何其他有助于围城战的食物,并规定了高额的金钱赏赐,还许诺给任何运入物资的黑劳士以自由。
§4.26.6καὶ ἐσῆγον ἄλλοι τε παρακινδυνεύοντες καὶ μάλιστα οἱ Εἵλωτες, ἀπαίροντες ἀπὸ τῆς Πελοποννήσου ὁπόθεν τύχοιεν καὶ καταπλέοντες ἔτι νυκτὸς ἐς τὰ πρὸς τὸ πέλαγος τῆς νήσου.
于是,其他冒险的人,尤其是黑劳士,纷纷将物资运入。 他们从伯罗奔尼撒半岛任何可以出发的地方起航,并在仍是黑夜时在岛屿面向外海的一侧登陆。
§4.26.7μάλιστα δὲ ἐτήρουν ἀνέμῳ καταφέρεσθαι· ῥᾷον γὰρ τὴν φυλακὴν τῶν τριήρων ἐλάνθανον, ὁπότε πνεῦμα ἐκ πόντου εἴη· ἄπορον γὰρ ἐγίγνετο περιορμεῖν, τοῖς δὲ ἀφειδὴς ὁ κατάπλους καθειστήκει·
他们特别伺机借着风力靠岸,因为每当风从海上吹来时,他们就更容易避开三列桨战船的防线;因为那时(对雅典人而言)在岛屿周围巡航已不可能,而对运粮者而言,不顾危险的登陆方式已经确立。
ἐπώκελλον γὰρ τὰ πλοῖα τετιμημένα χρημάτων, καὶ οἱ ὁπλῖται περὶ τὰς κατάρσεις τῆς νήσου ἐφύλασσον.
他们不惜让那些已经估价并获得金钱保证的船只搁浅,而重装步兵则在岛上的登陆点附近警戒。
ὅσοι δὲ γαλήνῃ κινδυνεύσειαν, ἡλίσκοντο.
然而,凡是在无风时冒险的人,一律被捕。
§4.26.8ἐσένεον δὲ καὶ κατὰ τὸν λιμένα κολυμβηταὶ ὕφυδροι,καλῳδίῳ ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον· ὧν τὸ πρῶτον λανθανόντων φυλακαὶ ὕστερον ἐγένοντο.
还有潜水员在水下潜行,从港口游入,用细绳牵引着装在皮袋里的拌有蜂蜜的罂粟籽和捣碎的亚麻籽;虽然他们起初没有被发现,但后来雅典人设立了岗哨。
§4.26.9παντί τε τρόπῳ ἑκάτεροι ἐτεχνῶντο οἱ μὲν ἐσπέμπειν τὰ σιτία, οἱ δὲ μὴ λανθάνειν σφᾶς.
于是,双方都想方设法,一方竭力送入粮食,另一方则竭力不让对方瞒过自己。