§4.20.1‘ἡμῖν δὲ καλῶς, εἴπερ ποτέ, ἔχει ἀμφοτέροις ἡ ξυναλλαγή, πρίν τι ἀνήκεστον διὰ μέσου γενόμενον ἡμᾶς καταλαβεῖν, ἐν ᾧ ἀνάγκη ἀίδιον ὑμῖν ἔχθραν πρὸς τῇ κοινῇ καὶ ἰδίαν ἔχειν, ὑμᾶς δὲ στερηθῆναι ὧν νῦν προκαλούμεθα.
“对我们双方来说,如果说有什么时候适合达成和解,那就是现在,在某种不可挽回的灾难降临并席卷我们之前。 否则,在这种情况下,你们除了承受公共的敌意之外,还必须承受永恒的个人恩怨,并且你们也将失去我们现在所提议的一切。
§4.20.2ἔτι δ’ ὄντων ἀκρίτων καὶ ὑμῖν μὲν δόξης καὶ ἡμετέρας φιλίας προσγιγνομένης, ἡμῖν δὲ πρὸ αἰσχροῦ τινὸς ξυμφορᾶς μετρίως κατατιθεμένης διαλλαγῶμεν, καὶ αὐτοί τε ἀντὶ πολέμου εἰρήνην ἑλώμεθα καὶ τοῖς ἄλλοις Ἕλλησιν ἀνάπαυσιν κακῶν ποιήσωμεν· οἳ καὶ ἐν τούτῳ ὑμᾶς αἰτιωτέρους ἡγήσονται.
在胜负未分、你们名誉和我们的友谊可得增加,而我们也能在遭遇某种耻辱的灾难之前以温和的条件解决问题时,让我们和解吧。 让我们自己选择和平而非战争,并给其他希腊人带来免于灾祸的休整;在这一点上,他们也会认为你们功劳最大。
πολεμοῦνται μὲν γὰρ ἀσαφῶς ὁποτέρων ἀρξάντων· καταλύσεως δὲ γενομένης, ἧς νῦν ὑμεῖς τὸ πλέον κύριοί ἐστε, τὴν χάριν ὑμῖν προσθήσουσιν.
因为他们在不清楚是哪一方挑起战争的情况下处于交战状态;但如果达成停战——这在很大程度上取决于你们现在的决定——他们将会把这份恩情归功于你们。
§4.20.3ἤν τε γνῶτε, Λακεδαιμονίοις ἔξεστιν ὑμῖν φίλους γενέσθαι βεβαίως, αὐτῶν τε προκαλεσαμένων χαρισαμένοις τε μᾶλλον ἢ βιασαμένοις.
如果你们决定这样做,你们完全有可能与拉刻代蒙人结成稳固的友谊,因为这是由他们亲自提议的,而你们也是在对他们施予恩惠,而非诉诸武力。
§4.20.4καὶ ἐν τούτῳ τὰ ἐνόντα ἀγαθὰ σκοπεῖτε ὅσα εἰκὸς εἶναι· ἡμῶν γὰρ καὶ ὑμῶν ταὐτὰ λεόντων τό γε ἄλλο Ἑλληνικὸν ἴστε ὅτι ὑποδεέστερον ὂν τὰ μέγιστα τιμήσει.
在这件事上,请考虑其中可能包含着多少潜在的利益;因为你们知道,如果我们和你们达成一致,那么其他处于弱势地位的希腊世界,必然会给予我们最大的尊重。
’
”