Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.12.1-4.12.3

布拉西达斯负伤与皮洛斯战况的逆转

第 377 段,共 917 段 · 希腊语

内容简介

布拉西达斯在强行登陆时受伤并丢失盾牌,拉刻代蒙人的进攻受挫。文中描述了双方擅长的陆海战领地发生奇妙逆转的戏剧性场面。

§4.12.1καὶ ὁ μὲν τούς τε ἄλλους τοιαῦτα ἐπέσπερχε καὶ τὸν ἑαυτοῦ κυβερνήτην ἀναγκάσας ὀκεῖλαι τὴν ναῦν ἐχώρει ἐπὶ τὴν ἀποβάθραν· καὶ πειρώμενος ἀποβαίνειν ἀνεκόπη ὑπὸ τῶν Ἀθηναίων, καὶ τραυματισθεὶς πολλὰ ἐλιποψύχησέ τε καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη ἐς τὴν θάλασσαν, καὶ ἐξενεχθείσης αὐτῆς ἐς τὴν γῆν οἱ Ἀθηναῖοι ἀνελόμενοι ὕστερον πρὸς τὸ τροπαῖον ἐχρήσαντο ὃ ἔστησαν τῆς προσβολῆς ταύτης.
他这样催促着众人,并强迫自己的舵手将船搁浅,自己则走向登陆板;但在他企图登陆时,遭到了雅典人的阻击,他多处受伤而昏厥过去。 当他倒在船舷外护木上时,他的盾牌滑落入海中。 盾牌被海浪冲上岸后,雅典人将其捡起,随后用在了他们为纪念这次击退进攻而树立的战胜纪念碑上。
§4.12.2οἱ δ’ ἄλλοι προυθυμοῦντο μέν, ἀδύνατοι δ’ ἦσαν ἀποβῆναι τῶν τε χωρίων χαλεπότητι καὶ τῶν Ἀθηναίων μενόντων καὶ οὐδὲν ὑποχωρούντων.
其他人虽然情绪高涨,但由于地形险恶,加之雅典人坚守阵地、毫不后退,他们仍无法登陆。
§4.12.3ἐς τοῦτό τε περιέστη ἡ τύχη ὥστε Ἀθηναίους μὲν ἐκ γῆς τε καὶ ταύτης Λακωνικῆς ἀμύνεσθαι ἐκείνους ἐπιπλέοντας, Λακεδαιμονίους δὲ ἐκ νεῶν τε καὶ ἐς τὴν ἑαυτῶν πολεμίαν οὖσαν ἐπ’ Ἀθηναίους ἀποβαίνειν·
局势陷入了这样一种奇特的逆转:雅典人从陆地上——而且还是拉科尼亚的土地上——防守乘船来攻的敌人,而拉刻代蒙人则不得不从船上向着自己那已被敌人占领的领土、向着雅典人发起登陆。
ἐπὶ πολὺ γὰρ ἐποίει τῆς δόξης ἐν τῷ τότε τοῖς μὲν ἠπειρώταις μάλιστα εἶναι καὶ τὰ πεζὰ κρατίστοις, τοῖς δὲ θαλασσίοις τε καὶ ταῖς ναυσὶ πλεῖστον προύχειν.
因为在当时,人们普遍认为,前者作为大陆国家,在陆战中最为强大,而后者作为海上国家,在船只和海军方面最为卓越。

词汇与语法注释

  1. 4.12.1πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν — 属格独立分词结构,表示布拉西达斯(αὐτοῦ)的动作,其主语与主句主语(ἡ ἀσπὶς)不同。‘παρεξειρεσία’ 指三列桨战船上支撑最上排桨的舷外突设结构或舷边。这一动作解释了盾牌为何以及在何处滑落入海。
  2. 4.12.2τῶν τε χωρίων χαλεπότητι καὶ τῶν Ἀθηναίων μενόντων — 等位连词 καί 连接了两个不同语法的因果表达结构:一个是与格名词短语(χωρίων χαλεπότητι),另一个是属格独立分词短语(...Ἀθηναίων μενόντων)。这是修昔底德文体中常见的异结合(variatio)手法。
  3. 4.12.3ἐπὶ πολὺ γὰρ ἐποίει τῆς δόξης — 动词 ἐποίει 呈非人称用法,或以形势为假想主语,表示“构成了”、“占了……”。副词短语 ἐπὶ πολύ 修饰部分属格 τῆς δόξης(名声、舆论),意为“……构成了当时名声的很大一部分”。后续的与格加不定式结构解释了这一舆论的具体内容。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.12.1-4.12.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.12.1-4.12.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。