§4.128.1ὁ δὲ γνοὺς προεῖπε τοῖς μεθ’ αὑτοῦ τριακοσίοις, ὃν ᾤετο μᾶλλον ἂν ἑλεῖν τῶν λόφων, χωρήσαντας πρὸς αὐτὸν δρόμῳ, ὡς τάχιστα ἕκαστος δύναται, ἄνευ τάξεως, πειρᾶσαι ἀπ᾽ αὐτοῦ ἐκκροῦσαι τοὺς ἤδη ἐπόντας βαρβάρους, πρὶν καὶ τὴν πλέονα κύκλωσιν σφῶν αὐτόσε προσμεῖξαι.
巴西达斯察觉到这一点,便命令身边的三百名士兵,朝着他认为较易攻取的一座山丘全速跑步前进,各自不设队形,并在野蛮人的大部分包围部队汇合到那里之前,设法将已经占领山丘的敌人驱逐出去。
§4.128.2καὶ οἱ μὲν προσπεσόντες ἐκράτησάν τε τῶν ἐπὶ τοῦ λόφου, καὶ ἡ πλείων ἤδη στρατιὰ τῶν Ἑλλήνων ῥᾷον πρὸς αὐτὸν ἐπορεύοντο·
于是他们发起冲锋,压制了山丘上的敌人,希腊人的主力部队此后也得以更加容易地朝该处行进。
οἱ γὰρ βάρβαροι καὶ ἐφοβήθησαν, τῆς τροπῆς αὐτοῖς ἐνταῦθα γενομένης σφῶν ἀπὸ τοῦ μετεώρου,καὶ ἐς τὸ πλέον οὐκέτ’ ἐπηκολούθουν, νομίζοντες καὶ ἐν μεθορίοις εἶναι αὐτοὺς ἤδη καὶ διαπεφευγέναι.
因为野蛮人对自己在高地上被击退并败走感到恐惧,便不再继续追击,认为希腊人已经进入国境并且逃脱了。
§4.128.3Βρασίδας δὲ ὡς ἀντελάβετο τῶν μετεώρων, κατὰ ἀσφάλειαν μᾶλλον ἰὼν αὐθημερὸν ἀφικνεῖται ἐς Ἄρνισαν πρῶτον τῆς Περδίκκου ἀρχῆς.
巴西达斯在占领高地后,以更安全的路线行军,并在当天抵达了阿尔尼萨,这是属于佩尔迪卡斯领土的首个城镇。
§4.128.4καὶ αὐτοὶ ὀργιζόμενοι οἱ στρατιῶται τῇ προαναχωρήσει τῶν Μακεδόνων, ὅσοις ἐνέτυχον κατὰ τὴν ὁδὸν ζεύγεσιν αὐτῶν βοεικοῖς ἢ εἴ τινι σκεύει ἐκπεπτωκότι, οἷα ἐν νυκτερινῇ καὶ φοβερᾷ ἀναχωρήσει εἰκὸς ἦν ξυμβῆναι, τὰ μὲν ὑπολύοντες κατέκοπτον, τῶν δὲ οἰκείωσιν ἐποιοῦντο.
士兵们自己也因马其顿人提前撤退而感到愤怒,一路上只要遇到马其顿人的牛车,或者在惊恐的夜间退却中容易掉落的行李,他们就解开牛轭并宰杀牲畜,将行李据为己有。
§4.128.5ἀπὸ τούτου τε πρῶτον Περδίκκας Βρασίδαν τε πολέμιον ἐνόμισε καὶ ἐς τὸ λοιπὸν Πελοποννησίων τῇ μὲν γνώμῃ δι’ Ἀθηναίους οὐ ξύνηθες μῖσος εἶχε, τῶν δὲ ἀναγκαίων ξυμφόρων διαναστὰς ἔπρασσεν ὅτῳ τρόπῳ τάχιστα τοῖς μὲν ξυμβήσεται, τῶν δὲ ἀπαλλάξεται.
从这时起,佩尔迪卡斯首先将巴西达斯视为敌人,在此后,虽然他心里因雅典人的关系而对伯罗奔尼撒人怀有非同寻常的憎恨,但他还是脱离了自己原有的切身利益,开始筹划如何能以最快的方式与前者和解并摆脱后者。