§4.124.1Βρασίδας δὲ καὶ Περδίκκας ἐν τούτῳ στρατεύουσιν ἅμα ἐπὶ Ἀρραβαῖον τὸ δεύτερον ἐς Λύγκον.
在此期间,布拉西达斯和佩尔迪卡斯共同向林科斯发动了第二次针对阿拉巴伊奥斯的远征。
καὶ ἦγον ὁ μὲν ὧν ἐκράτει Μακεδόνων τὴν δύναμιν καὶ τῶν ἐνοικούντων Ἑλλήνων ὁπλίτας, ὁ δὲ πρὸς τοῖς αὐτοῦ περιλοίποις τῶν Πελοποννησίων Χαλκιδέας καὶ Ἀκανθίους καὶ τῶν ἄλλων κατὰ δύναμιν ἑκάστων.
其中一人率领他统治下的马其顿军队以及居住在当地的希腊人重装步兵,另一人则除了手下残存的伯罗奔尼撒人外,还率领了哈尔基斯人、阿坎索斯人以及其他各邦按自身实力提供的军队。
ξύμπαν δὲ τὸ ὁπλιτικὸν τῶν Ἑλλήνων τρισχίλιοι μάλιστα, ἱππῆς δ’ οἱ πάντες ἠκολούθουν Μακεδόνων ξὺν Χαλκιδεῦσιν ὀλίγου ἐς χιλίους, καὶ ἄλλος ὅμιλος τῶν βαρβάρων πολύς.
希腊人重装步兵总数约为三千人;跟随他们的马其顿和哈尔基斯骑兵总计近一千人,此外还有一大群蛮族。
§4.124.2ἐσβαλόντες δὲ ἐς τὴν Ἀρραβαίου καὶ εὑρόντες ἀντεστρατοπεδευμένους αὑτοῖς τοὺς Λυγκηστὰς ἀντεκαθέζοντο καὶ αὐτοί.
他们入侵了阿拉巴伊奥斯的领土,发现林科斯人已对他们对峙安营,于是他们自己也安营对峙。
§4.124.3καὶ ἐχόντων τῶν μὲν πεζῶν λόφον ἑκατέρωθεν, πεδίου δὲ τοῦ μέσου ὄντος, οἱ ἱππῆς ἐς αὐτὸ καταδραμόντες ἱππομάχησαν πρῶτα ἀμφοτέρων, ἔπειτα δὲ καὶ ὁ Βρασίδας καὶ ὁ Περδίκκας, προελθόντων προτέρων ἀπὸ τοῦ λόφου μετὰ τῶν ἱππέων τῶν Λυγκηστῶν ὁπλιτῶν καὶ ἑτοίμων ὄντων μάχεσθαι, ἀντεπαγαγόντες καὶ αὐτοὶ ξυνέβαλον καὶ ἔτρεψαν τοὺς Λυγκηστάς, καὶ πολλοὺς μὲν διέφθειραν, οἱ δὲ λοιποὶ διαφυγόντες πρὸς τὰ μετέωρα ἡσύχαζον.
由于双方步兵各自占据了一座山丘,中间是一片平原,双方的骑兵首先冲入平原并展开了骑兵战。 随后,当林科斯人的重装步兵与骑兵一同率先从山丘上推进并准备交战时,布拉西达斯和佩尔迪卡斯也率军迎击,与他们交战并击溃了林科斯人,斩杀甚众,其余的人则逃往高地,保持安静。
§4.124.4μετὰ δὲ τοῦτο τροπαῖον στήσαντες δύο μὲν ἢ τρεῖς ἡμέρας ἐπέσχον, τοὺς Ἰλλυριοὺς μένοντες, οἳ ἔτυχον τῷ Περδίκκᾳ μισθοῦ μέλλοντες ἥξειν·
此后,他们立起了胜利纪念碑,并在原地逗留了两三天,等待那些拿了佩尔迪卡斯雇佣金准备前来的伊利里亚人。
ἔπειτα ὁ Περδίκκας ἐβούλετο προϊέναι ἐπὶ τὰς τοῦ Ἀρραβαίου κώμας καὶ μὴ καθῆσθαι, Βρασίδας δὲ τῆς τε Μένδης περιορώμενος, μὴ τῶν Ἀθηναίων πρότερον ἐπιπλευσάντων τι πάθῃ, καὶ ἅμα τῶν Ἰλλυριῶν οὐ παρόντων, οὐ πρόθυμος ἦν, ἀλλὰ ἀναχωρεῖν μᾶλλον.
随后,佩尔迪卡斯希望继续向阿拉巴伊奥斯的村庄进军,而不是闲坐着,但布拉西达斯担心门德,害怕雅典人先一步由海上袭来使其遭受损失,同时由于伊利里亚人尚未到达,他并不热心于前进,反而更倾向于撤退。