§4.123.1ἐν τούτῳ δὲ Μένδη ἀφίσταται αὐτῶν, πόλις ἐν τῇ Παλλήνῃ, Ἐρετριῶν ἀποικία.
在此期间,位于帕勒涅、由厄立特里亚人所建的殖民都市门德,背叛了他们。
καὶ αὐτοὺς ἐδέξατο ὁ Βρασίδας, οὐ νομίζων ἀδικεῖν, ὅτι ἐν τῇ ἐκεχειρίᾳ φανερῶς προσεχώρησαν· ἔστι γὰρ ἃ καὶ αὐτὸς ἐνεκάλει τοῖς Ἀθηναίοις παραβαίνειν τὰς σπονδάς.
布拉西达斯接纳了他们,并不认为自己做错了什么,尽管他们是在停战协定期间公开归顺的;因为他自己也有一些理由,指责雅典人违反了协定。
§4.123.2δι’ ὃ καὶ οἱ Μενδαῖοι μᾶλλον ἐτόλμησαν, τήν τε τοῦ Βρασίδου γνώμην ὁρῶντες ἑτοίμην, τεκμαιρόμενοι καὶ ἀπὸ τῆς Σκιώνης ὅτι οὐ προυδίδου, καὶ ἅμα τῶν πρασσόντων σφίσιν ὀλίγων τε ὄντων καὶ ὡς τότε ἐμέλλησαν οὐκέτι ἀνέντων, ἀλλὰ περὶ σφίσιν αὐτοῖς φοβουμένων τὸ κατάδηλον καὶ καταβιασαμένων παρὰ γνώμην τοὺς πολλούς.
因此,门德人更加大胆起来,一方面因为看到布拉西达斯的决心已定,并从他没有背弃斯基奥内的事实中推测出这一点;另一方面也因为替他们进行叛乱策划的少数人,既然当时已经发起了阴谋,就绝不再退缩,反而担心泄露会危及自身,因而不顾大众的意愿强行驱使他们。
§4.123.3οἱ δὲ Ἀθηναῖοι εὐθὺς πυθόμενοι, πολλῷ ἔτι μᾶλλον ὀργισθέντες παρεσκευάζοντο ἐπ᾽ ἀμφοτέρας τὰς πόλεις.
而雅典人一听到这个消息,便更加愤怒,开始对这两个城市都做好出兵准备。
§4.123.4καὶ Βρασίδας προσδεχόμενος τὸν ἐπίπλουν αὐτῶν ὑπεκκομίζει ἐς Ὄλυνθον τὴν Χαλκιδικὴν παῖδας καὶ γυναῖκας τῶν Σκιωναίων καὶ Μενδαίων, καὶ τῶν Πελοποννησίων αὐτοῖς πεντακοσίους ὁπλίτας διέπεμψε καὶ πελταστὰς τριακοσίους Χαλκιδέων, ἄρχοντά τε τῶν ἁπάντων Πολυδαμίδαν.
布拉西达斯预料到他们的海上袭击,便将斯基奥内和门德的妇女儿童秘密运往哈尔基季基的奥林索斯,并向他们派遣了五百名伯罗奔尼撒重装步兵和三百名哈尔基斯轻装步兵,指派波吕达米达斯担任全军指挥官。
καὶ οἱ μὲν τὰ περὶ σφᾶς αὐτούς, ὡς ἐν τάχει παρεσομένων τῶν Ἀθηναίων, κοινῇ ηὐτρεπίζοντο.
而他们两城的人,由于预料到雅典人很快就会到来,便共同进行防卫准备。