Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.122.1-4.122.6

围绕斯基奥内休战适用的争执与雅典的决议

第 487 段,共 917 段 · 希腊语

内容简介

休战协定宣布后,使者亚里斯托尼穆斯判定斯基奥内的叛离发生在协定达成之后,因此不予适用,这与坚称叛离在前的布拉西达斯产生争执。雅典对此感到愤怒,在克里昂的游说下通过了彻底消灭斯基奥内人的决议,并开始着手准备军事行动。

§4.122.1καὶ ὁ μὲν ἔμελλεν ἐγχειρήσειν ταῖς πόλεσι ταύταις, ἐν τούτῳ δὲ τριήρει οἱ τὴν ἐκεχειρίαν περιαγγέλλοντες ἀφικνοῦνται παρ’ αὐτόν, Ἀθηναίων μὲν Ἀριστώνυμος, Λακεδαιμονίων δὲ Ἀθήναιος.
正当他准备向这些城市发动进攻时,就在这时,宣告休战协定的使者们乘着一艘三桅战船抵达他那里,雅典方面是亚里斯托尼穆斯,拉刻代蒙方面是阿테나이奥斯。
§4.122.2καὶ ἡ μὲν στρατιὰ πάλιν διέβη ἐς Τορώνην, οἱ δὲ τῷ Βρασίδᾳ ἀνήγγελλον τὴν ξυνθήκην, καὶ ἐδέξαντο πάντες οἱ ἐπὶ Θρᾴκης ξύμμαχοι Λακεδαιμονίων τὰ πεπραγμένα.
于是军队又渡海返回托罗内,使者们向布拉西达斯宣布了协定,所有在色雷斯地区的拉刻代蒙同盟国都接受了这一既定协议。
§4.122.3Ἀριστώνυμος δὲ τοῖς μὲν ἄλλοις κατῄνει, Σκιωναίους δὲ αἰσθόμενος ἐκ λογισμοῦ τῶν ἡμερῶν ὅτι ὕστερον ἀφεστήκοιεν, οὐκ ἔφη ἐνσπόνδους ἔσεσθαι.
亚里斯托尼穆斯对其他城市都表示认可,但对于斯基奥内人,他通过推算天数发现他们是在协定达成之后才叛离的,因此宣称他们不在停战协定之内。
Βρασίδας δὲ ἀντέλεγε πολλά, ὡς πρότερον, καὶ οὐκ ἀφίει τὴν πόλιν.
但布拉西达斯极力反驳,声称他们是在协定之前叛离的,并且拒绝交出该城。
§4.122.4ὡς δ’ ἀπήγγελλεν ἐς τὰς Ἀθήνας ὁ Ἀριστώνυμος περὶ αὐτῶν, οἱ Ἀθηναῖοι εὐθὺς ἑτοῖμοι ἦσαν στρατεύειν ἐπὶ τὴν Σκιώνην.
当亚里斯托尼穆斯将他们的情况汇报给雅典时,雅典人立即准备向斯基奥内出兵。
οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παραβήσεσθαι ἔφασαν αὐτοὺς τὰς σπονδάς, καὶ τῆς πόλεως ἀντεποιοῦντο Βρασίδᾳ πιστεύοντες, δίκῃ τε ἑτοῖμοι ἦσαν περὶ αὐτῆς κρίνεσθαι.
而拉刻代蒙人则派遣使者,声称雅典人这样做将违反协定,他们因信任布拉西达斯而对该城提出主权要求,并表示愿意对此案进行仲裁裁判。
§4.122.5οἱ δὲ δίκῃ μὲν οὐκ ἤθελον κινδυνεύειν, στρατεύειν δὲ ὡς τάχιστα, ὀργὴν ποιούμενοι εἰ καὶ οἱ ἐν ταῖς νήσοις ἤδη ὄντες ἀξιοῦσι σφῶν ἀφίστασθαι, τῇ κατὰ γῆν Λακεδαιμονίων ἰσχύι ἀνωφελεῖ πιστεύοντες.
但雅典人不想在裁判中冒风险,而是希望尽早出兵,他们对那些实际上已处于岛国状态的人竟然也妄图背叛他们而感到愤怒,认为这些人是在指望拉刻代蒙人那在海上毫无用处的陆地力量。
§4.122.6εἶχε δὲ καὶ ἡ ἀλήθεια περὶ τῆς ἀποστάσεως μᾶλλον ᾗ οἱ Ἀθηναῖοι ἐδικαίουν· δύο γὰρ ἡμέραις ὕστερον ἀπέστησαν οἱ Σκιωναῖοι.
事实上,关于叛离时间的真相正如雅典人所主张的那样:因为斯基奥内人确实是在协定达成两天后才叛离的。
ψήφισμά τ’ εὐθὺς ἐποιήσαντο, Κλέωνος γνώμῃ πεισθέντες, Σκιωναίους ἐξελεῖν τε καὶ ἀποκτεῖναι. καὶ τἆλλα ἡσυχάζοντες ἐς τοῦτο παρεσκευάζοντο.
于是,雅典人立即通过了一项决议,听从了克里昂的提议,决定将斯基奥内人赶尽杀绝并处死;在其他方面保持和平的同时,他们开始为此进行准备。

词汇与语法注释

  1. 4.122.3ὅτι ὕστερον ἀφεστήκοιεν — 间接引语中的希求语气(斜格希求)。由于主句动词 `αἰσθόμενος` 受历史现在时主动词 `ἔφη` 的影响被视作过去语境,因此使用希求语气 `ἀφεστήκοιεν` 代替直说法的过去时 `ἀπέστησαν`。
  2. 4.122.3ὡς πρότερον — 带有表示主观主张的 `ὡς` 的省略表达。需在后方补出 `[ἀποστάντων]`(属格独立分词)或 `[ἀπέστησαν]`。这表明布拉西达斯主张他们的叛离是在休战协定之前发生的。
  3. 4.122.5εἰ καὶ οἱ ἐν ταῖς νήσοις ἤδη ὄντες — 在表示情感的 `ὀργὴν ποιούμενοι` 之后,由 `εἰ` 引导的从句表示既定事实(对……感到愤怒)而非假设。另外,位于帕莱内半岛的斯基奥内虽非严谨意义上的岛屿,但因雅典控制了海权,在此处被视同实际处于“岛屿统治之下”的臣民。
  4. 4.122.6εἶχε δὲ καὶ ἡ ἀλήθεια περὶ τῆς ἀποστάσεως μᾶλλον ᾗ οἱ Ἀθηναῖοι ἐδικαίουν — 不及物动词 `ἔχει` 搭配副词(此处为 `μᾶλλον`)及关系从句的句式。`ᾗ` 是表示方式或方向的关系副词,意为“事实真相更倾向于雅典人所主张的那一方面”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.122.1-4.122.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.122.1-4.122.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。