§4.121.1καὶ οἱ μὲν Σκιωναῖοι ἐπήρθησάν τε τοῖς λόγοις καὶ θαρσήσαντες πάντες ὁμοίως, καὶ οἷς πρότερον μὴ ἤρεσκε τὰ πρασσόμενα, τόν τε πόλεμον διενοοῦντο προθύμως οἴσειν καὶ τὸν Βρασίδαν τά τ’ ἄλλα καλῶς ἐδέξαντο καὶ δημοσίᾳ μὲν χρυσῷ στεφάνῳ ἀνέδησαν ὡς ἐλευθεροῦντα τὴν Ἑλλάδα, ἰδίᾳ δὲ ἐταινίουν τε καὶ προσήρχοντο ὥσπερ ἀθλητῇ.
\n另一方面,斯基奥内人因他的话而备受鼓舞。 所有人,甚至包括先前不赞成起义行动的人,都同样振作起来,决心热切地坚持战争。 他们在其他方面也对布拉西达斯给予了热烈的款待:在公方面,他们为他戴上金冠,视他为希腊的解放者;在私方面,他们像对待获胜的运动员一样,为他系上彩带并簇拥着他。
§4.121.2ὁ δὲ τό τε παραυτίκα φυλακήν τινα αὐτοῖς ἐγκαταλιπὼν διέβη πάλιν καὶ ὕστερον οὐ πολλῷ στρατιὰν πλείω ἐπεραίωσε, βουλόμενος μετ’ αὐτῶν τῆς τε Μένδης καὶ τῆς Ποτειδαίας ἀποπειρᾶσαι, ἡγούμενος καὶ τοὺς Ἀθηναίους βοηθῆσαι ἂν ὡς ἐς νῆσον καὶ βουλόμενος φθάσαι·
\n\n然而,他当时仅给他们留下一支守备队便再次渡海返回。 此后不久,他运送了更大规模的军队过去,希望与他们一起向门德和波提代亚发起尝试,因为他认为雅典人也会像对待岛屿那样赶来增援,因此他希望抢占先机。
καί τι αὐτῷ καὶ ἐπράσσετο ἐς τὰς πόλεις ταύτας προδοσίας πέρι.
同时,在这些城市里,也有一些关于向他出卖城市的阴谋在暗中策划。