Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.118.1-4.118.14

一年休战协定条文与雅典的决议

第 483 段,共 917 段 · 希腊语

内容简介

详细列出了斯巴达与雅典之间为期一年的休战协定条文,规定了德尔斐神庙财产、领土现状、海上交通限制以及通过司法解决争端等内容。雅典公民大会批准了这些条款,并决议休战生效及开始谈判。

§4.118.1‘περὶ μὲν τοῦ ἱεροῦ καὶ τοῦ μαντείου τοῦ Ἀπόλλωνος τοῦ Πυθίου δοκεῖ ἡμῖν χρῆσθαι τὸν βουλόμενον ἀδόλως καὶ ἀδεῶς κατὰ τοὺς πατρίους νόμους.
“关于皮托阿波罗的神庙和神谕所,我们认为,凡有意愿者均可遵循祖传法律,无欺且无惧地使用它们。
§4.118.2τοῖς μὲν Λακεδαιμονίοις ταῦτα δοκεῖ καὶ τοῖς ξυμμάχοις τοῖς παροῦσιν· Βοιωτοὺς δὲ καὶ Φωκέας πείσειν φασὶν ἐς δύναμιν προσκηρυκευόμενοι.
拉刻代蒙人及在场的盟国对此表示同意;他们并表示将竭尽所能,通过派遣使者来劝说波奥蒂亚人和福基斯人。
§4.118.3περὶ δὲ τῶν χρημάτων τῶν τοῦ θεοῦ ἐπιμέλεσθαι ὅπως τοὺς ἀδικοῦντας ἐξευρήσομεν, ὀρθῶς καὶ δικαίως τοῖς πατρίοις νόμοις χρώμενοι καὶ ὑμεῖς καὶ ἡμεῖς καὶ τῶν ἄλλων οἱ βουλόμενοι, τοῖς πατρίοις νόμοις χρώμενοι πάντες.
关于神庙的财产,我们将致力于查明那些渎职犯罪者,你们和我们以及其他有意愿的人,均应正确且公正地遵循祖传法律,所有人均遵循祖传法律。
§4.118.4περὶ μὲν οὖν τούτων ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις κατὰ ταῦτα·
关于这些事项,拉刻代蒙人及其他盟国已依此达成决定。
τάδε δὲ ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις ἐὰν σπονδὰς ποιῶνται οἱ Ἀθηναῖοι, ἐπὶ τῆς αὐτῶν μένειν ἑκατέρους ἔχοντας ἅπερ νῦν ἔχομεν, τοὺς μὲν ἐν τῷ Κορυφασίῳ ἐντὸς τῆς Βουφράδος καὶ τοῦ Τομέως μένοντας, τοὺς δὲ ἐν Κυθήροις μὴ ἐπιμισγομένους ἐς τὴν ξυμμαχίαν, μήτε ἡμᾶς πρὸς αὐτοὺς μήτε αὐτοὺς πρὸς ἡμᾶς, τοὺς δ’ ἐν Νισαίᾳ καὶ Μινῴᾳ μὴ ὑπερβαίνοντας τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν παρὰ τοῦ Νίσου ἐπὶ τὸ Ποσειδώνιον, ἀπὸ δὲ τοῦ Ποσειδωνίου εὐθὺς ἐπὶ τὴν γέφυραν τὴν ἐς Μινῴαν (μηδὲ Μεγαρέας καὶ τοὺς ξυμμάχους ὑπερβαίνειν τὴν ὁδὸν ταύτην) καὶ τὴν νῆσον, ἥνπερ ἔλαβον οἱ Ἀθηναῖοι, ἔχοντας, μηδὲ ἐπιμισγομένους μηδετέρους μηδετέρωσε, καὶ τὰ ἐν Τροιζῆνι, ὅσαπερ νῦν ἔχουσι, καθ’ ἃ ξυνέθεντο πρὸς Ἀθηναίους·
若雅典人缔结条约,拉刻代蒙人及其他盟国亦决定如下:双方各自留在自己的领土内,保有我们目前所保有的一切;在科里法西翁者留在布夫拉斯和托梅乌斯以内;在基西拉岛者不得与盟国交往,我们不去他们那里,他们也不来我们这里;在尼塞亚和米诺亚者不得越过从尼苏斯墓旁的城门通往波塞冬神庙的道路,以及从波塞冬神庙直接通往米诺亚桥梁的道路(麦加拉人及其盟友亦不得越过此路),并保有雅典人所占领的那座岛屿,双方均不得相互越界;关于特罗曾的各项财产,依其与雅典人所达成的协议,保有其目前所保有的一切。
§4.118.5καὶ τῇ θαλάσσῃ χρωμένους, ὅσα ἂν κατὰ τὴν ἑαυτῶν καὶ κατὰ τὴν ξυμμαχίαν, Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους πλεῖν μὴ μακρᾷ νηί, ἄλλῳ δὲ κωπήρει πλοίῳ, ἐς πεντακόσια τάλαντα ἄγοντι μέτρα.
在利用海洋方面,只要是在其自身及其盟国的领海范围内,拉刻代蒙人及其盟国可以航行,但不得使用军舰,而须使用其他桨船,其载重量不得超过五百塔兰同。
§4.118.6κήρυκι δὲ καὶ πρεσβείᾳ καὶ ἀκολούθοις, ὁπόσοις ἂν δοκῇ, περὶ καταλύσεως τοῦ πολέμου καὶ δικῶν ἐς Πελοπόννησον καὶ Ἀθήναζε σπονδὰς εἶναι ἰοῦσι καὶ ἀπιοῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
对于为了结束战争和司法调解而前往伯罗奔尼撒及雅典的使者、使团及其随员(人数不限),无论在陆路还是海路,在往返途中均应享有休战保护。
§4.118.7τοὺς δὲ αὐτομόλους μὴ δέχεσθαι ἐν τούτῳ τῷ χρόνῳ, μήτε ἐλεύθερον μήτε δοῦλον, μήτε ὑμᾶς μήτε ἡμᾶς.
在此期间,无论自由人还是奴隶,我们均不得接纳逃兵,你们和我们皆然。
§4.118.8δίκας τε διδόναι ὑμᾶς τε ἡμῖν καὶ ἡμᾶς ὑμῖν κατὰ τὰ πάτρια, τὰ ἀμφίλογα δίκῃ διαλύοντας ἄνευ πολέμου.
你们向我们,我们向你们,均应依祖传习惯提供司法调解,以法律解决争议而不用战争。
§4.118.9τοῖς μὲν Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις ταῦτα δοκεῖ· εἰ δέ τι ὑμῖν εἴτε κάλλιον εἴτε δικαιότερον τούτων δοκεῖ εἶναι, ἰόντες ἐς Λακεδαίμονα διδάσκετε· οὐδενὸς γὰρ ἀποστήσονται, ὅσα ἂν δίκαια λέγητε, οὔτε οἱ Λακεδαιμόνιοι οὔτε οἱ ξύμμαχοι.
拉刻代蒙人及盟国同意这些条款;但若你们认为有比这些更好或更公正的条款,请前往拉刻代蒙并予以说明;因为只要你们提出的是公正的要求,拉刻代蒙人或其盟国均不会拒绝。
§4.118.10οἱ δὲ ἰόντες τέλος ἔχοντες ἰόντων, ᾗπερ καὶ ὑμεῖς ἡμᾶς κελεύετε.
前往者应带有全权,正如你们要求我们的一样。
αἱ δὲ σπονδαὶ ἐνιαυτὸν ἔσονται.
此休战协定有效期为一年。
§4.118.11‘ἔδοξεν τῷ δήμῳ.
” “公民大会决议。
Ἀκαμαντὶς ἐπρυτάνευε, Φαίνιππος ἐγραμμάτευε, Νικιάδης ἐπεστάτει.
阿卡曼提斯部落担任轮值主席,派尼普斯担任秘书,尼基阿德斯担任议长。
Λάχης εἶπε, τύχῃ ἀγαθῇ τῇ Ἀθηναίων, ποιεῖσθαι τὴν ἐκεχειρίαν καθ’ ἃ ξυγχωροῦσι Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι αὐτῶν καὶ ὡμολόγησαν ἐν τῷ δήμῳ· §4.118.12τὴν 〈δ᾽〉 ἐκεχειρίαν εἶναι ἐνιαυτόν, ἄρχειν δὲ τήνδε τὴν ἡμέραν, τετράδα ἐπὶ δέκα τοῦ Ἐλαφηβολιῶνος μηνός.
拉克斯提议:祝雅典人好运,依拉刻代蒙人及其盟国所同意并在公民大会上承诺的条件,缔结休战协定;此休战协定有效期为一年,自今日起算,即埃拉斐波里翁月十四日。
§4.118.13ἐν τούτῳ τῷ χρόνῳ ἰόντας ὡς ἀλλήλους πρέσβεις καὶ κήρυκας ποιεῖσθαι τοὺς λόγους, καθ᾽ ὅτι ἔσται ἡ κατάλυσις τοῦ πολέμου.
在此期间,相互往来的使团和使者应进行谈判,以商定如何结束战争。
§4.118.14ἐκκλησίαν δὲ ποιήσαντας τοὺς στρατηγοὺς καὶ τοὺς πρυτάνεις πρῶτον περὶ τῆς εἰρήνης. . . βουλεύσασθαι Ἀθηναίους καθ’ ὅτι ἂν ἐσίῃ ἡ πρεσβεία περὶ τῆς καταλύσεως τοῦ πολέμου.
将军们和轮值主席们在召开大会后,应首先就和平进行审议……雅典人应就关于结束战争的使团将如何入场进行协商。
σπείσασθαι δὲ αὐτίκα μάλα τὰς πρεσβείας ἐν τῷ δήμῳ τὰς παρούσας ἦ μὴν ἐμμενεῖν ἐν ταῖς σπονδαῖς τὸν ἐνιαυτόν.
且在场的各国使团应立即在公民大会上宣誓,确保在这一年内确实遵守休战条约。 ”

词汇与语法注释

  1. §4.118.1χρῆσθαι — 依附于动词 `δοκεῖ`(决定、通过)的不定式。其逻辑主语为宾格的 `τὸν βουλόμενον`(凡有意愿者),构成了条约文献中用于表示官方决定的典型宾格加不定式结构。
  2. §4.118.3χρώμενοι — 主格分词。在表示命令的不定式 `ἐπιμέλεσθαι` 的语境中,由于逻辑主语 `ὑμεῖς καὶ ἡμεῖς`(你们与我们)直接以主格形式呈现,因此分词也随之一致为主格(吸引现象),而非采用通常的宾格加不定式结构。
  3. §4.118.4ἑκατέρους — 作不定式 `μένειν`(停留)的逻辑主语的宾格。其后接的 `τοὺς μὲν... τοὺς δὲ...` 起到部分同格(apposition)的作用,具体说明了 `ἑκατέρους`(双方各自)的分配细节。
  4. §4.118.10ἰόντων — 动词 `εἶμι`(去)的现在命令法第三人称复数形式。常用于官方法令或法律文献中,以表达强烈的命令语气。
  5. §4.118.14ἦ μὴν ἐμμενεῖν — 誓言不定式(infinitivus iurisiurandi)。带有强烈肯定语气的誓言小词 `ἦ μήν` 与将来时不定式 `ἐμμενεῖν` 相结合,表示“发誓务必遵守休战协定”的庄严承诺。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.118.1-4.118.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.118.1-4.118.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。