§4.117.1Λακεδαιμόνιοι δὲ καὶ Ἀθηναῖοι ἅμα ἦρι τοῦ ἐπιγιγνομένου θέρους εὐθὺς ἐκεχειρίαν ἐποιήσαντο ἐνιαύσιον, νομίσαντες Ἀθηναῖοι μὲν οὐκ ἂν ἔτι τὸν Βρασίδαν σφῶν προσαποστῆσαι οὐδὲν πρὶν παρασκευάσαιντο καθ’ ἡσυχίαν, καὶ ἅμα, εἰ καλῶς σφίσιν ἔχοι, καὶ ξυμβῆναι τὰ πλείω, Λακεδαιμόνιοι δὲ ταῦτα τοὺς Ἀθηναίους ἡγούμενοι ἅπερ ἐδέδισαν φοβεῖσθαι, καὶ γενομένης ἀνοκωχῆς κακῶν καὶ ταλαιπωρίας μᾶλλον ἐπιθυμήσειν αὐτοὺς πειρασαμένους ξυναλλαγῆναί τε καὶ τοὺς ἄνδρας σφίσιν ἀποδόντας σπονδὰς ποιήσασθαι καὶ ἐς τὸν πλείω χρόνον.
与此同时,在紧接着的夏季刚开始的初春,拉刻代蒙人和雅典人立即达成了一项为期一年的休战协定。 雅典人这样做是因为他们认为,在他们能够从容做好准备之前,巴西达斯无法再煽动他们更多的盟友叛离,同时,如果对他们有利的话,他们也可以在更广泛的条款上达成协议。 拉刻代蒙人这样做是因为他们认为,雅典人所恐惧的正是他们自己所恐惧的事情,而且一旦苦难与辛劳得以暂停,雅典人在体验了和平的好处之后,会更加渴望达成和解,归还他们的俘虏,并签署一项期限更长的条约。
§4.117.2τοὺς γὰρ δὴ ἄνδρας περὶ πλέονος ἐποιοῦντο κομίσασθαι, ὡς ἔτι Βρασίδας ηὐτύχει· καὶ ἔμελλον ἐπὶ μεῖζον χωρήσαντος αὐτοῦ καὶ ἀντίπαλα καταστήσαντος τῶν μὲν στέρεσθαι, τοῖς δ’ ἐκ τοῦ ἴσου ἀμυνόμενοι κινδυνεύσειν καὶ κρατήσειν.
因为他们确实把趁着巴西达斯依然得势时赎回那些俘虏作为首要目标;因为如果巴西达斯进一步推进并使双方力量均衡,他们一方面很可能会永远失去那些俘虏,另一方面则必须在势均力敌的情况下进行防御,冒险作战,且胜负难以料定。
§4.117.3γίγνεται οὖν ἐκεχειρία αὐτοῖς τε καὶ τοῖς ξυμμάχοις ἥδε.
因此,他们及其盟国之间达成了以下休战协定。