§4.116.1καὶ ὁ Βρασίδας ὡς ᾔσθετο αὐτοὺς ἀπολείποντάς τε τὰς ἐπάλξεις καὶ τὸ γιγνόμενον ὁρῶν, ἐπιφερόμενος τῷ στρατῷ εὐθὺς τὸ τείχισμα λαμβάνει, καὶ ὅσους ἐγκατέλαβε διέφθειρεν.
巴西达斯察觉到他们正在放弃雉堞,并亲眼目睹了正在发生的事情,便立即率领军队发起冲锋,攻占了围墙,并将所有留在里面的人赶尽杀绝。
§4.116.2καὶ οἱ μὲν Ἀθηναῖοι τοῖς τε πλοίοις καὶ ταῖς ναυσὶ τούτῳ τῷ τρόπῳ ἐκλιπόντες τὸ χωρίον ἐς Παλλήνην διεκομίσθησαν·
雅典人便以这种方式,乘坐小船和战船撤离了该地,渡海前往帕勒涅。
ὁ δὲ Βρασίδας (ἔστι γὰρ ἐν τῇ Ληκύθῳ Ἀθηνᾶς ἱερόν, καὶ ἔτυχε κηρύξας, ὅτε ἔμελλε προσβαλεῖν,τῷ ἐπιβάντι πρώτῳ τοῦ τείχους τριάκοντα μνᾶς ἀργυρίου δώσειν) νομίσας ἄλλῳ τινὶ τρόπῳ ἢ ἀνθρωπείῳ τὴν ἅλωσιν γενέσθαι, τάς τε τριάκοντα μνᾶς τῇ θεῷ ἀπέδωκεν ἐς τὸ ἱερὸν καὶ τὴν Λήκυθον καθελὼν καὶ ἀνασκευάσας τέμενος ἀνῆκεν ἅπαν.
而巴西达斯——因为在莱基索斯有一座雅典娜的神殿,且他在准备发起进攻时曾宣布,将赏给第一个登上城墙的人三十米纳银子——认为这次攻占是以人力之外的其他方式实现的,于是将这三十米纳银子奉献给神殿中的女神,并将莱基索斯夷为平地、清理干净,将整个地方作为圣域奉献出来。
§4.116.3καὶ ὁ μὲν τὸ λοιπὸν τοῦ χειμῶνος ἅ τε εἶχε τῶν χωρίων καθίστατο καὶ τοῖς ἄλλοις ἐπεβούλευεν·
在冬天的其余时间里,他整顿了自己所占领的地方,并对其他地方进行策划。
καὶ τοῦ χειμῶνος διελθόντος ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ.
随着冬天的过去,战争的第八年结束了。