Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.114.1-4.114.5

巴西达斯缔结休战协定并向托罗奈人发表演说

第 479 段,共 917 段 · 希腊语

内容简介

巴西达斯完全控制托罗奈后,发布布告允许避难的居民安全返回,并给雅典人两天停战协定。随后他在托罗奈人的大会上阐明其温和政策,要求他们今后成为忠实的盟友。

§4.114.1γεγενημένης δὲ ἡμέρας ἤδη καὶ βεβαίως τῆς πόλεως ἐχομένης ὁ Βρασίδας τοῖς μὲν μετὰ τῶν Ἀθηναίων Τορωναίοις καταπεφευγόσι κήρυγμα ἐποιήσατο τὸν βουλόμενον ἐπὶ τὰ ἑαυτοῦ ἐξελθόντα ἀδεῶς πολιτεύειν, τοῖς δὲ Ἀθηναίοις κήρυκα προσπέμψας ἐξιέναι ἐκέλευεν ἐκ τῆς Ληκύθου ὑποσπόνδους καὶ τὰ ἑαυτῶν ἔχοντας ὡς οὔσης Χαλκιδέων.
天已大亮,城池已被牢牢控制,巴西达斯向那些随雅典人逃亡的托罗奈人发出布告,称任何愿意的人都可以回到自己的产业,毫无恐惧地行使公民权利;他又向雅典人派去使者,命令他们在休战协定下带着自己的财产撤离莱基索斯,因为该地属于卡尔基迪斯人。
§4.114.2οἱ δὲ ἐκλείψειν μὲν οὐκ ἔφασαν, σπείσασθαι δὲ σφίσιν ἐκέλευον ἡμέραν τοὺς νεκροὺς ἀνελέσθαι.
但雅典人表示他们不会放弃该地,并请求休战一天以便收敛尸体。
ὁ δὲ ἐσπείσατο δύο.
巴西达斯则同意休战两天。
ἐν ταύταις δὲ αὐτός τε τὰς ἐγγὺς οἰκίας ἐκρατύνατο καὶ Ἀθηναῖοι τὰ σφέτερα.
在这期间,他自己加固了附近的房屋,而雅典人也增强了他们自己的防御。
§4.114.3καὶ ξύλλογον τῶν Τορωναίων ποιήσας ἔλεξε τοῖς ἐν τῇ Ἀκάνθῳ παραπλήσια, ὅτι οὐ δίκαιον εἴη οὔτε τοὺς πράξαντας πρὸς αὐτὸν τὴν λῆψιν τῆς πόλεως χείρους οὐδὲ προδότας ἡγεῖσθαι (οὐ γὰρ ἐπὶ δουλείᾳ οὐδὲ χρήμασι πεισθέντας δρᾶσαι τοῦτο, ἀλλ’ ἐπὶ ἀγαθῷ καὶ ἐλευθερίᾳ τῆς πόλεως) οὔτε τοὺς μὴ μετασχόντας οἴεσθαι μὴ τῶν αὐτῶν τεύξεσθαι· ἀφῖχθαι γὰρ οὐ διαφθερῶν οὔτε πόλιν οὔτε ἰδιώτην οὐδένα.
巴西达斯召集了托罗奈人的大会,向他们发表了类似于在阿坎索斯所说的话,指出把那些与他勾结夺取城池的人视为卑劣之辈或叛徒是不公正的——因为他们这样做既不是为了使城邦陷入奴役,也不是受金钱贿赂,而是为了城邦的利益和自由——也不应让那些未参与此事的人认为自己不能获得同等的待遇;因为他来并不是为了毁灭城邦或任何私人。
§4.114.4τὸ δὲ κήρυγμα ποιήσασθαι τούτου ἕνεκα τοῖς παρ’ Ἀθηναίους καταπεφευγόσιν, ὡς ἡγούμενος οὐδὲν χείρους τῇ ἐκείνων φιλία· οὐδ’ ἂν σφῶν πειρασαμένους αὐτοὺς [τῶν Λακεδαιμονίων] δοκεῖν ἧσσον, ἀλλὰ πολλῷ μᾶλλον, ὅσῳ δικαιότερα πράσσουσιν, εὔνους ἂν σφίσι γενέσθαι, ἀπειρίᾳ δὲ νῦν πεφοβῆσθαι.
他向逃到雅典人那里的托罗奈人发出那项布告,也是出于这个原因:他认为他们并不因为与雅典人的友谊而变得更坏;而且他认为,如果他们试着与斯巴达人相处,他们不但不会降低评价,反而会因为斯巴达人的行事更为公正,而对他们产生多得多的好感,只是目前因为缺乏经验而感到害怕。
§4.114.5τούς τε πάντας παρασκευάζεσθαι ἐκέλευεν ὡς βεβαίους τε ἐσομένους ξυμμάχους καὶ τὸ ἀπὸ τοῦδε ἤδη ὅτι ἂν ἁμαρτάνωσιν αἰτίαν ἕξοντας· τὰ δὲ πρότερα οὐ σφεῖς ἀδικεῖσθαι, ἀλλ᾽ ἐκείνους μᾶλλον ὑπ’ ἄλλων κρεισσόνων, καὶ ξυγγνώμην εἶναι εἴ τι ἠναντιοῦντο.
他要求所有人作好准备,成为可靠的盟友,并警告说从今以后,他们若犯下任何过错都将被追究责任;至于过去的事,并不是斯巴达人受了委屈,而是他们受到了其他更强者的欺压,因此如果他们曾有任何对抗,也是值得原谅的。

词汇与语法注释

  1. 4.114.1ὡς οὔσης Χαλκιδέων — 属格绝对构成分词。阴性单数分词 οὔσης 的主语是前文提及的阴性名词 Ληκύθου(莱基索斯)。连词 ὡς 表示要求者主观提出的理由(“基于该地属于卡尔基迪斯人的理由”)。
  2. 4.114.4οὐδ’ ἂν σφῶν πειρασαμένους αὐτοὺς [τῶν Λακεδαιμονίων] δοκεῖν ἧσσον, ἀλλὰ πολλῷ μᾶλλον, ὅσῳ δικαιότερα πράσσουσιν, εὔνους ἂν σφίσι γενέσθαι — 极复杂的间接引语。不定式 δοκεῖν(即巴西达斯“认为”)延续了由 ἡγούμενος 引导的间接引语。语气词 ἂν 与其后的不定式 γενέσθαι 连用,相当于直接引语中的潜在希求法(ἂν γένοιντο)。分词 πειρασαμένους 表示条件(“如果他们试着与……相处”),其宾语 σφῶν 及 [τῶν Λακεδαιμονίων] 指斯巴达人。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.114.1-4.114.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.114.1-4.114.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。