Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.111.1-4.111.2

托罗涅城门被破与布拉西达斯部入城

第 476 段,共 917 段 · 希腊语

内容简介

布拉西达斯派轻盾兵先行等待信号,城内的内通者打开城门将他们引入以突袭市民,并升起火信号引导其余军队。

§4.111.1ὁ δὲ Βρασίδας τῷ μὲν ἄλλῳ στρατῷ ἡσύχαζεν ὀλίγον προελθών, ἑκατὸν δὲ πελταστὰς προπέμπει, ὅπως, ὁπότε πύλαι τινὲς ἀνοιχθεῖεν καὶ τὸ σημεῖον ἀρθείη ὃ ξυνέκειτο, πρῶτοι ἐσδράμοιεν.
与此同时,布拉西达斯率领其余军队稍微前行后便静静等待,但提前派出了百名轻盾兵,以便在任何城门被打开且约定的信号升起时,他们能第一批冲进去。
§4.111.2καὶ οἱ μὲν χρόνου ἐγγιγνομένου καὶ θαυμάζοντες κατὰ μικρὸν ἔτυχον ἐγγὺς τῆς πόλεως προσελθόντες·
这些轻盾兵随着时间推移,并对延迟感到纳闷,不知不觉地逐渐接近了城市。
οἱ δὲ τῶν Τορωναίων ἔνδοθεν παρασκευάζοντες μετὰ τῶν ἐσεληλυθότων, ὡς αὐτοῖς ἥ τε πυλὶς διῄρητο καὶ αἱ κατὰ τὴν ἀγορὰν πύλαι τοῦ μοχλοῦ διακοπέντος ἀνεῴγοντο, πρῶτον μὲν κατὰ τὴν πυλίδα τινὰς περιαγαγόντες ἐσεκόμισαν, ὅπως κατὰ νώτου καὶ ἀμφοτέρωθεν τοὺς ἐν τῇ πόλει οὐδὲν εἰδότας ἐξαπίνης φοβήσειαν, ἔπειτα τὸ σημεῖόν τε τοῦ πυρός, ὡς εἴρητο, ἀνέσχον, καὶ διὰ τῶν κατὰ τὴν ἀγορὰν πυλῶν τοὺς λοιποὺς ἤδη τῶν πελταστῶν ἐσεδέχοντο.
而在城内与已潜入者一同准备的托罗内人,在小门已被他们拆毁、朝向广场的大门也因门栓被砍断而打开时,首先带领一些人绕道从小门引入,以便从后方及两侧突然惊吓城中那些毫无所知的居民;随后,他们按照约定升起了火信号,并开始通过朝向广场的大门接纳其余的轻盾兵。

词汇与语法注释

  1. 4.111.1τῷ μὲν ἄλλῳ στρατῷ — 伴随或工具与格。这是一种表示军事行动的习惯用法,意为“率领其余军队”或“与其余军队一起”。
  2. 4.111.2ἔτυχον... προσελθόντες — 动词 τυγχάνω 与分词的结合。表示主体在不经意间或偶然地发生了某种状态,意为“不知不觉地接近了”或“碰巧接近了”。
  3. 4.111.2αὐτοῖς — 行为者与格(或利害与格)。指代动作的主体,即“对于他们而言”或“在他们的手下”小门被拆毁、大门被打开。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.111.1-4.111.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.111.1-4.111.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。