§4.106.1οἱ δὲ πολλοὶ ἀκούσαντες ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας, ἄλλως τε καὶ βραχὺ μὲν Ἀθηναίων ἐμπολιτεῦον, τὸ δὲ πλέον ξύμμεικτον, καὶ τῶν ἔξω ληφθέντων συχνοῖς οἰκεῖοι ἔνδον ἦσαν·
多数人听了这话,便改变了主意,尤其是因为城内居住的雅典人很少,大部分是混杂的人群,且城内的许多人与在城外被捕的人有亲属关系。
καὶ τὸ κήρυγμα πρὸς τὸν φόβον δίκαιον εἶναι ὑπελάμβανον, οἱ μὲν Ἀθηναῖοι διὰ τὸ ἄσμενοι ἂν ἐξελθεῖν, ἡγούμενοι οὐκ ἐν ὁμοίῳ σφίσι τὰ δεινὰ εἶναι καὶ ἅμα οὐ προσδεχόμενοι βοήθειαν ἐν τάχει, ὁ δὲ ἄλλος ὅμιλος πόλεώς τε ἐν τῷ ἴσῳ οὐ στερισκόμενοι καὶ κινδύνου παρὰ δόξαν ἀφιέμενοι.
他们认为这一宣告在面临恐惧时是合理的:一方面,雅典人因为乐于离去,认为他们所面临的危险与其他人并不同等,同时也无法指望迅速获得救援;另一方面,其余的民众则因为他们不会被剥夺在城中的同等权利,并出乎意料地免于危险。
§4.106.2ὥστε τῶν πρασσόντων τῷ Βρασίδᾳ ἤδη καὶ ἐκ τοῦ φανεροῦ διαδικαιούντων αὐτά, ἐπειδὴ καὶ τὸ πλῆθος ἑώρων τετραμμένον καὶ τοῦ παρόντος Ἀθηναίων στρατηγοῦ οὐκέτι ἀκροώμενον, ἐγένετο ἡ ὁμολογία καὶ προσεδέξαντο ἐφ’ οἷς ἐκήρυξεν.
因此,那些暗中与布拉西达斯勾结的人,看到民众的意向已经转变,不再听从在场的雅典将军,现在便也公开赞同这些条件,于是达成了协定,他们接受了他所宣布的条件。
§4.106.3καὶ οἱ μὲν τὴν πόλιν τοιούτῳ τρόπῳ παρέδοσαν, ὁ δὲ Θουκυδίδης καὶ αἱ νῆες ταύτῃ τῇ ἡμέρᾳ ὀψὲ κατέπλεον ἐς τὴν Ἠιόνα.
他们便以这种方式交出了城市;而修昔底德和战船在同一天的傍晚驶入了埃昂。
§4.106.4καὶ τὴν μὲν Ἀμφίπολιν Βρασίδας ἄρτι εἶχε, τὴν δὲ Ἠιόνα παρὰ νύκτα ἐγένετο λαβεῖν· εἰ γὰρ μὴ ἐβοήθησαν αἱ νῆες διὰ τάχους, ἅμα ἕῳ ἂν εἴχετο.
布拉西达斯刚刚占领了安菲波利斯,而埃昂则仅差一夜之差而免于失守;因为如果这些战船没有迅速前来救援,该城在黎明时分就会被占领。