§4.104.1τῆς δὲ διαβάσεως αὐτοῦ ἄφνω τοῖς ἐν τῇ πόλει γεγενημένης, καὶ τῶν ἔξω πολλῶν μὲν ἁλισκομένων, τῶν δὲ καὶ καταφευγόντων ἐς τὸ τεῖχος, οἱ Ἀμφιπολῖται ἐς θόρυβον μέγαν κατέστησαν, ἄλλως τε καὶ ἀλλήλοις ὕποπτοι ὄντες.
由于他的渡河对城内的人来说发生得非常突然,且城外的许多人被俘,另一些人则逃入城墙内,安菲波利斯人陷入了极大的混乱之中,尤其是因为他们彼此之间不信任。
§4.104.2καὶ λέγεται Βρασίδαν, εἰ ἠθέλησε μὴ ἐφ’ ἁρπαγὴν τῷ στρατῷ τραπέσθαι, ἀλλ’ εὐθὺς χωρῆσαι πρὸς τὴν πόλιν, δοκεῖν ἂν ἑλεῖν.
据说,如果布拉西达斯当时不让军队转向掠夺,而是立即向城市进军,他似乎就能够占领该城。
§4.104.3νῦν δὲ ὁ μὲν ἱδρύσας τὸν στρατόν, ἐπεὶ τὰ ἔξω ἐπέδραμε καὶ οὐδὲν αὐτῷ ἀπὸ τῶν ἔνδον ὡς προσεδέχετο ἀπέβαινεν, ἡσύχαζεν·
但实际上,他把军队驻扎下来,在袭击了城外地区之后,由于城内的人并没有像他预期的那样做出任何响应,他便按兵不动。
§4.104.4οἱ δὲ ἐναντίοι τοῖς προδιδοῦσι, κρατοῦντες τῷ πλήθει ὥστε μὴ αὐτίκα τὰς πύλας ἀνοίγεσθαι, πέμπουσι μετὰ Εὐκλέους τοῦ στρατηγοῦ, ὃς ἐκ τῶν Ἀθηνῶν παρῆν αὐτοῖς φύλαξ τοῦ χωρίου, ἐπὶ τὸν ἕτερον στρατηγὸν τῶν ἐπὶ Θρᾴκης, Θουκυδίδην τὸν Ὀλόρου, ὃς τάδε ξυνέγραψεν, ὄντα περὶ Θάσον (ἔστι δὲ ἡ νῆσος Παρίων ἀποικία, ἀπέχουσα τῆς Ἀμφιπόλεως ἡμίσεος ἡμέρας μάλιστα πλοῦν), κελεύοντες σφίσι βοηθεῖν.
而那些反对叛徒的人,因为人数占优而阻止了城门被立即打开,于是他们与从雅典派来担任该地守备的将军尤克莱斯一起,派人去召集另一位在色雷斯地区的将军,即撰写本历史的奥洛鲁斯之子修昔底德。 他当时在萨索斯岛(该岛是帕罗斯人的殖民地,距离安菲波利斯大约有半天的航程)附近,他们敦促他前来救援。
§4.104.5καὶ ὁ μὲν ἀκούσας κατὰ τάχος ἑπτὰ ναυσὶν αἳ ἔτυχον παροῦσαι ἔπλει, καὶ ἐβούλετο φθάσαι μάλιστα μὲν οὖν τὴν Ἀμφίπολιν, πρίν τι ἐνδοῦναι, εἰ δὲ μή, τὴν Ἠιόνα προκαταλαβών.
修昔底德听闻消息后,立即率领当时恰好在场的七艘战船起航,他极力希望在安菲波利斯投降之前赶到,如果来不及,也要提前占领埃翁。