§4.103.1ἐπὶ ταύτην οὖν ὁ Βρασίδας ἄρας ἐξ Ἀρνῶν τῆς Χαλκιδικῆς ἐπορεύετο τῷ στρατῷ.
于是,布拉西达斯率军从哈尔基季基的阿尔奈出发,向该城进军。
καὶ ἀφικόμενος περὶ δείλην ἐπὶ τὸν Αὐλῶνα καὶ Βορμίσκον, ᾗ ἡ Βόλβη λίμνη ἐξίησιν ἐς θάλασσαν, καὶ δειπνοποιησάμενος ἐχώρει τὴν νύκτα.
他在傍晚时分抵达奥隆和博尔米斯库斯(即玻尔比湖流入大海之处),在吃过晚饭后,于夜间继续行军。
§4.103.2χειμὼν δὲ ἦν καὶ ὑπένειφεν· ᾗ καὶ μᾶλλον ὥρμησε, βουλόμενος λαθεῖν τοὺς ἐν τῇ Ἀμφιπόλει πλὴν τῶν προδιδόντων.
当时正是冬季,天空中下着小雪;因此他更加急于前进,希望除了那些内应之外,不被安菲波利斯城内的人发现。
§4.103.3ἦσαν γὰρ Ἀργιλίων τε ἐν αὐτῇ οἰκήτορες (εἰσὶ δὲ οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι) καὶ ἄλλοι οἳ ξυνέπρασσον ταῦτα, οἱ μὲν Περδίκκᾳ πειθόμενοι, οἱ δὲ Χαλκιδεῦσιν.
因为城内有阿吉鲁斯的居民(阿吉鲁斯人是安德罗斯人的殖民者),以及其他协助这一计划的人,他们有的是受斐迪卡斯唆使,有的是受哈尔基季斯人唆使。
§4.103.4μάλιστα δὲ οἱ Ἀργίλιοι, ἐγγύς τε προσοικοῦντες καὶ αἰεί ποτε τοῖς Ἀθηναίοις ὄντες ὕποπτοι καὶ ἐπιβουλεύοντες τῷ χωρίῳ, ἐπειδὴ παρέτυχεν ὁ καιρὸς καὶ Βρασίδας ἦλθεν, ἔπραξάν τε ἐκ πλέονος πρὸς τοὺς ἐμπολιτεύοντας σφῶν ἐκεῖ ὅπως ἐνδοθήσεται ἡ πόλις, καὶ τότε δεξάμενοι αὐτὸν τῇ πόλει καὶ ἀποστάντες τῶν Ἀθηναίων ἐκείνῃ τῇ νυκτὶ κατέστησαν τὸν στρατὸν πρὸ ἕω ἐπὶ τὴν γέφυραν τοῦ ποταμοῦ.
尤其是阿吉鲁斯人,他们居住在附近,一直受到雅典人的怀疑,并对该地图谋不轨。 当机会来临、布拉西达斯到达时,他们早已与居住在安菲波利斯城内的同胞暗中交涉如何献城。 当时,他们将布拉西达斯接纳进自己的城市,并背叛了雅典人,在那个夜晚、黎明之前,将他的军队引到了河上的桥头。
§4.103.5ἀπέχει δὲ τὸ πόλισμα πλέον τῆς διαβάσεως, καὶ οὐ καθεῖτο τείχη ὥσπερ νῦν, φυλακὴ δέ τις βραχεῖα καθειστήκει·
城市距离渡口较远,当时城墙还没有像现在这样一直延伸到桥边,只设有一个小型的守备队。
ἣν βιασάμενος ῥᾳδίως ὁ Βρασίδας, ἅμα μὲν τῆς προδοσίας οὔσης, ἅμα δὲ καὶ χειμῶνος ὄντος καὶ ἀπροσδοκήτοις προσπεσών, διέβη τὴν γέφυραν, καὶ τὰ ἔξω τῶν Ἀμφιπολιτῶν οἰκούντων κατὰ πᾶν τὸ χωρίον εὐθὺς εἶχεν.
由于内应的协助,加上寒冷天气和出其不意的袭击,布拉西达斯轻易突破了守备,渡过了桥梁,并立即占领了在城外各处居住的安菲波利斯人的所有财产。