§3.97.1τῷ δὲ Δημοσθένει τοιόνδε τι οἱ Μεσσήνιοι παρῄνουν· ὅπερ καὶ τὸ πρῶτον ἀναδιδάσκοντες αὐτὸν τῶν Αἰτωλῶν ὡς εἴη ῥᾳδία ἡ αἵρεσις, ἰέναι ἐκέλευον ὅτι τάχιστα ἐπὶ τὰς κώμας καὶ μὴ μένειν ἕως ἂν ξύμπαντες ἁθροισθέντες ἀντιτάξωνται, τὴν δ’ ἐν ποσὶν αἰεὶ πειρᾶσθαι αἱρεῖν.
麦塞尼亚人给德摩斯梯尼提出了如下建议:这正如他们起初一直向他说明的那样,即征服埃托利亚人是件易事,他们催促他尽快向各村庄进军,不要等待他们全部集结起来进行抵抗,而是要不断尝试夺取眼前的每一个村庄。
§3.97.2ὁ δὲ τούτοις τε πεισθεὶς καὶ τῇ τύχῃ ἐλπίσας, ὅτι οὐδὲν αὐτῷ ἠναντιοῦτο, τοὺς Λοκροὺς οὐκ ἀναμείνας οὓς αὐτῷ ἔδει προσβοηθῆσαι (ψιλῶν γὰρ ἀκοντιστῶν ἐνδεὴς ἦν μάλιστα) ἐχώρει ἐπὶ Αἰγιτίου, καὶ κατὰ κράτος αἱρεῖ ἐπιών.
德摩斯梯尼听信了他们的话,并对自己的运气抱有希望,因为至今还没有任何事情违背他的心愿,于是在没有等待本应前来驰援的洛克里斯人(因为他最缺乏轻装标枪兵)的情况下,他就向埃吉提翁进军,并在抵达时一举将其攻占。
ὑπέφευγον γὰρ οἱ ἄνθρωποι καὶ ἐκάθηντο ἐπὶ τῶν λόφων τῶν ὑπὲρ τῆς πόλεως· ἦν γὰρ ἐφ’ ὑψηλῶν χωρίων ἀπέχουσα τῆς θαλάσσης ὀγδοήκοντα σταδίους μάλιστα.
因为居民们已经逃跑,并在城市上方的山丘上安顿下来;这座城市位于高地,距离大海大约有八十斯塔迪翁。
§3.97.3οἱ δὲ Αἰτωλοί (βεβοηθηκότες γὰρ ἤδη ἦσαν ἐπὶ τὸ Αἰγίτιον) προσέβαλλον τοῖς Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις καταθέοντες ἀπὸ τῶν λόφων ἄλλοι ἄλλοθεν καὶ ἐσηκόντιζον, καὶ ὅτε μὲν ἐπίοι τὸ τῶν Ἀθηναίων στρατόπεδον, ὑπεχώρουν, ἀναχωροῦσι δὲ ἐπέκειντο·
埃托利亚人(因为他们此时已经赶来增援埃吉提翁)从山丘上的各个方向冲下来袭击雅典人及其盟友,并向他们投掷标枪。 每当雅典军队发起进攻时,他们就后退;而当雅典人撤退时,他们就紧追不舍。
καὶ ἦν ἐπὶ πολὺ τοιαύτη ἡ μάχη, διώξεις τε καὶ ὑπαγωγαί, ἐν οἷς ἀμφοτέροις ἥσσους ἦσαν οἱ Ἀθηναῖοι.
这种包括追击和退却的战斗持续了很长时间,在这两种行动中,雅典人都处于劣势。