§3.93.1οἱ δὲ Ἀθηναῖοι τῆς πόλεως ταύτης ξυνοικιζομένης τὸ πρῶτον ἔδεισάν τε καὶ ἐνόμισαν ἐπὶ τῇ Εὐβοίᾳ μάλιστα καθίστασθαι, ὅτι βραχύς ἐστιν ὁ διάπλους πρὸς τὸ Κήναιον τῆς Εὐβοίας.
在这座城市最初建立时,雅典人感到恐惧,并认为它的建立主要是为了针对欧波亚,因为渡海到欧波亚的凯奈翁距离很短。
ἔπειτα μέντοι παρὰ δόξαν αὐτοῖς ἀπέβη· οὐ γὰρ ἐγένετο ἀπ’ αὐτῆς δεινὸν οὐδέν.
然而,后来的结果却出乎他们的意料;因为该城并未对他们造成任何威胁。
§3.93.2αἴτιον δὲ ἦν οἵ τε Θεσσαλοὶ ἐν δυνάμει ὄντες τῶν ταύτῃ χωρίων, καὶ ὧν ἐπὶ τῇ γῇ ἐκτίζετο, φοβούμενοι μὴ σφίσι μεγάλῃ ἰσχύι παροικῶσιν, ἔφθειρον καὶ διὰ παντὸς ἐπολέμουν ἀνθρώποις νεοκαταστάτοις, ἕως ἐξετρύχωσαν γενομένους τὸ πρῶτον καὶ πάνυ πολλούς (πᾶς γάρ τις Λακεδαιμονίων οἰκιζόντων θαρσαλέως ᾔει, βέβαιον νομίζων τὴν πόλιν)·
其原因在于,控制该地区并被在其土地上建城的萨利人,担心他们会以强大的力量居住在自己邻近,因而不断侵害并对这些新定居的人进行战争,直到将他们消磨殆尽,尽管他们起初人数极多(因为当拉刻代蒙人主持殖民时,人人都满怀信心地前往,认为这座城市是安全稳固的)。
οὐ μέντοι ἥκιστα οἱ ἄρχοντες αὐτῶν τῶν Λακεδαιμονίων οἱ ἀφικνούμενοι τὰ πράγματά τε ἔφθειρον καὶ ἐς ὀλιγανθρωπίαν κατέστησαν, ἐκφοβήσαντες τοὺς πολλοὺς χαλεπῶς τε καὶ ἔστιν ἃ οὐ καλῶς ἐξηγούμενοι, ὥστε ῥᾷον ἤδη αὐτῶν οἱ πρόσοικοι ἐπεκράτουν.
然而,同样重要的是,到达当地的拉刻代蒙人自己的官僚们败坏了事务,并因以严酷且有时是不公正的方式执行统治而吓跑了大众,使城市陷入了人口稀少的境地,从而使得他们的邻人此后更容易制服他们。