§3.92.1ὑπὸ δὲ τὸν χρόνον τοῦτον Λακεδαιμόνιοι Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ ἀποικίαν καθίσταντο ἀπὸ τοιᾶσδε γνώμης.
大约在此时,拉刻代蒙人出于如下意图,在特拉希尼亚建立起了殖民城邦赫拉克利亚。
§3.92.2Μηλιῆς οἱ ξύμπαντες εἰσὶ μὲν τρία μέρη, Παράλιοι Ἰριῆς Τραχίνιοι·
美利斯人全体由三部分组成:帕拉里奥伊人、希里埃斯人和特拉希尼亚人。
τούτων δὲ οἱ Τραχίνιοι πολέμῳ ἐφθαρμένοι ὑπὸ Οἰταίων ὁμόρων ὄντων, τὸ πρῶτον μελλήσαντες Ἀθηναίοις προσθεῖναι σφᾶς αὐτούς, δείσαντες δὲ μὴ οὐ σφίσι πιστοὶ ὦσι, πέμπουσιν ἐς Λακεδαίμονα, ἑλόμενοι πρεσβευτὴν Τεισαμενόν.
在这些人中,特拉希尼亚人因与邻近的奥伊塔亚人发生战争而遭到蹂躏,起初他们打算归顺雅典人,但又担心雅典人对他们不忠实,于是选派蒂萨梅诺斯为使节,前往拉刻代蒙。
§3.92.3ξυνεπρεσβεύοντο δὲ αὐτοῖς καὶ Δωριῆς, ἡ μητρόπολις τῶν Λακεδαιμονίων, τῶν αὐτῶν δεόμενοι· ὑπὸ γὰρ τῶν Οἰταίων καὶ αὐτοὶ ἐφθείροντο.
作为拉刻代蒙人母邦的多利斯人也与他们一同派出了使节,提出同样的请求;因为他们自己也同样遭到奥伊塔亚人的蹂躏。
§3.92.4ἀκούσαντες δὲ οἱ Λακεδαιμόνιοι γνώμην εἶχον τὴν ἀποικίαν ἐκπέμπειν, τοῖς τε Τραχινίοις βουλόμενοι καὶ τοῖς Δωριεῦσι τιμωρεῖν, καὶ ἅμα τοῦ πρὸς Ἀθηναίους πολέμου καλῶς αὐτοῖς ἐδόκει ἡ πόλις καθίστασθαι·
拉刻代蒙人听闻后,便决意派出殖民者,既希望援助特拉希尼亚人和多利斯人,同时又觉得,就对雅典人的战争而言,这座城市建立在对他们十分有利的位置上。
ἐπί τε γὰρ τῇ Εὐβοίᾳ ναυτικὸν παρασκευασθῆναι ἄν, ὥστ’ ἐκ βραχέος τὴν διάβασιν γίγνεσθαι, τῆς τε ἐπὶ Θρᾴκης παρόδου χρησίμως ἕξειν.
因为在那里可以装备针对欧波亚的海军,从而使得渡海距离极短,而且对于前往色雷斯的通道也非常有用。
τό τε ξύμπαν ὥρμηντο τὸ χωρίον κτίζειν.
总之,他们急于建设该地。
§3.92.5πρῶτον μὲν οὖν ἐν Δελφοῖς τὸν θεὸν ἐπήροντο, κελεύοντος δὲ ἐξέπεμψαν τοὺς οἰκήτορας αὑτῶν τε καὶ τῶν περιοίκων, καὶ τῶν ἄλλων Ἑλλήνων τὸν βουλόμενον ἐκέλευον ἕπεσθαι πλὴν Ἰώνων καὶ Ἀχαιῶν καὶ ἔστιν ὧν ἄλλων ἐθνῶν.
因此,他们首先在德尔斐询问了神明,神明下令后,他们便从自己和周边居民(庇里阿科伊)中派出了殖民者,并号召其他希腊人中愿意随行的人加入,但伊奥尼亚人、阿开亚人以及其他一些部族除外。
οἰκισταὶ δὲ τρεῖς Λακεδαιμονίων ἡγήσαντο, Λέων καὶ Ἀλκίδας καὶ Δαμάγων.
拉刻代蒙人选派了三位殖民开拓者率领他们:莱翁、阿尔基达斯和达马贡。
§3.92.6καταστάντες δὲ ἐτείχισαν τὴν πόλιν ἐκ καινῆς, ἣ νῦν Ἡράκλεια καλεῖται, ἀπέχουσα Θερμοπυλῶν σταδίους μάλιστα τεσσαράκοντα, τῆς δὲ θαλάσσης εἴκοσι.
安顿下来后,他们重新修筑了这座城市的城墙,现在称作赫拉克利亚,距离温泉关约四十斯塔迪亚,距离大海二十斯塔迪亚。
νεώριά τε παρεσκευάζοντο, καὶ εἶρξαν τὸ κατὰ Θερμοπύλας κατ’ αὐτὸ τὸ στενόν, ὅπως εὐφύλακτα αὐτοῖς εἴη.
他们还筹建了船坞,并封锁了温泉关最狭窄的通道,以便他们易于防守。