Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.89.1-3.89.5

伯罗奔尼撒人因地震撤军与海啸成因

第 338 段,共 917 段 · 希腊语

内容简介

记述了因频繁地震导致伯罗奔尼撒人取消入侵阿提卡的计划,以及优波亚、阿塔兰特和佩帕雷索斯等地发生的海啸与地震灾害,并阐述了作者关于海啸是由地震引起的物理机制见解。

§3.89.1τοῦ δ’ ἐπιγιγνομένου θέρους Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι μέχρι μὲν τοῦ Ἰσθμοῦ ἦλθον ὡς ἐς τὴν Ἀττικὴν ἐσβαλοῦντες, Ἄγιδος τοῦ Ἀρχιδάμου ἡγουμένου Λακεδαιμονίων βασιλέως, σεισμῶν δὲ γενομένων πολλῶν ἀπετράποντο πάλιν καὶ οὐκ ἐγένετο ἐσβολή.
在次年夏季,伯罗奔尼撒人及其盟友在拉刻代蒙人的国王、阿基斯的儿子阿基斯率领下,企图入侵阿提卡,一直推进到地峡;但由于发生了多次地震,他们又退了回去,入侵并未发生。
§3.89.2καὶ περὶ τούτους τοὺς χρόνους, τῶν σεισμῶν κατεχόντων, τῆς Εὐβοίας ἐν Ὀροβίαις ἡ θάλασσα ἐπανελθοῦσα ἀπὸ τῆς τότε οὔσης γῆς καὶ κυματωθεῖσα ἐπῆλθε τῆς πόλεως μέρος τι, καὶ τὸ μὲν κατέκλυσε,τὸ δ’ ὑπενόστησε, καὶ θάλασσα νῦν ἐστὶ πρότερον οὖσα γῆ·
大约在此时,当各地仍有地震时,在优波亚的奥罗比埃,海水从当时的陆地退去后又汹涌而来,形成波涛侵入了城镇的一部分。 它淹没了其中一部分,而另一部分则退了水;以前是陆地的地方,现在变成了海洋。
καὶ ἀνθρώπους διέφθειρεν ὅσοι μὴ ἐδύναντο φθῆναι πρὸς τὰ μετέωρα ἀναδραμόντες.
它夺去了所有未能及时跑向高处避难的人的生命。
§3.89.3καὶ περὶ Ἀταλάντην τὴν ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσον παραπλησία γίγνεται ἐπίκλυσις, καὶ τοῦ τε φρουρίου τῶν Ἀθηναίων παρεῖλε καὶ δύο νεῶν ἀνειλκυσμένων τὴν ἑτέραν κατέαξεν.
在奥蓬蒂乌斯-洛克里人领地对面的阿塔兰特岛,也发生了类似的淹没事件,不仅冲毁了雅典人堡垒的一部分,还砸毁了已经拖上岸的两艘战船中的一艘。
§3.89.4ἐγένετο δὲ καὶ ἐν Πεπαρήθῳ κύματος ἐπαναχώρησίς τις, οὐ μέντοι ἐπέκλυσέ γε· καὶ σεισμὸς τοῦ τείχους τι κατέβαλε καὶ τὸ πρυτανεῖον καὶ ἄλλας οἰκίας ὀλίγας.
在佩帕雷索斯也发生了一定程度的海退,但并未引起水灾;然而,地震震塌了城墙的一部分、市政厅以及其他少数民房。
§3.89.5αἴτιον δ’ ἔγωγε νομίζω τοῦ τοιούτου, ᾗ ἰσχυρότατος ὁ σεισμὸς ἐγένετο, κατὰ τοῦτο ἀποστέλλειν τε τὴν θάλασσαν καὶ ἐξαπίνης πάλιν ἐπισπωμένην βιαιότερον τὴν ἐπίκλυσιν ποιεῖν·
至于我个人,我认为这种现象的原因在于,在地震最强烈的地方,地震将海水推离,然后海水突然更加猛烈地被拉回,从而造成了水灾。
ἄνευ δὲ σεισμοῦ οὐκ ἄν μοι δοκεῖ τὸ τοιοῦτο ξυμβῆναι γενέσθαι.
而在没有地震的情况下,我认为这样的事情是不可能发生的。

词汇与语法注释

  1. 3.89.1ὡς ἐς τὴν Ἀττικὴν ἐσβαλοῦντες — 连接词 ὡς 与将来时分词 ἐσβαλοῦντες(源自 εἰσβάλλω,“入侵”)结合,表示主观的意图或目的(“企图入侵”)。
  2. 3.89.2ὅσοι μὴ ἐδύναντο φθῆναι πρὸς τὰ μετέωρα ἀναδραμόντες — 动词 φθάνω(抢先、先于)搭配分词 <b>ἀναδραμόντες</b>(ἀνατρέχω“跑上”的过去时分词),构成“抢先做某事”的句式,在此指“未能抢先一步(在海啸袭来前)跑到高处的所有人”。
  3. 3.89.3τοῦ τε φρουρίου ... παρεῖλε — 动词 παραιρέω(夺去、冲毁)支配属格 τοῦ φρουρίου,表示部分性的作用,即“冲毁了堡垒的一部分”。
  4. 3.89.5ἀποστέλλειν τε τὴν θάλασσαν καὶ ἐξαπίνης πάλιν ἐπισπωμένην βιαιότερον τὴν ἐπίκλυσιν ποιεῖν — 在“对格加不定式”结构中,不定式 ἀποστέλλειν(“推离”)与 ποιεῖν(“造成”)的逻辑主语是前文关系从句中的主语 ὁ σεισμός(“地震”)。这解释了因果链:地震将海水推离,接着突然被拉回的海水(ἐπισπωμένην)造成了更剧烈的水灾。
  5. 3.89.5οὐκ ἄν μοι δοκεῖ τὸ τοιοῦτο ξυμβῆναι γενέσθαι — 语气词 ἄν 并非与主句直陈式现在时动词 δοκεῖ(“似乎、在我看来”)连用,而是修饰不定式 ξυμβῆναι 与 γενέσθαι,用以表示过去与事实相反的虚拟语气(“这种事原本会发生”),并由说话者以当前的眼光否定它(“在我看来不可能”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.89.1-3.89.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.89.1-3.89.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。