Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.88.1-3.88.4

对埃俄罗斯群岛的远征与战争第五年结束

第 337 段,共 917 段 · 希腊语

内容简介

雅典人和雷吉翁人对埃俄罗斯群岛发动冬季远征,并描述了利帕拉和希埃拉等岛屿的地理状况,由此战争的第五年宣告结束。

§3.88.1καὶ οἱ μὲν ἐν Σικελίᾳ Ἀθηναῖοι καὶ Ῥηγῖνοι τοῦ αὐτοῦ χειμῶνος τριάκοντα ναυσὶ στρατεύουσιν ἐπὶ τὰς Αἰόλου νήσους καλουμένας· θέρους γὰρ δι’ ἀνυδρίαν ἀδύνατα ἦν ἐπιστρατεύειν.
在同一个冬季,在西西里的雅典人和雷吉翁人率领三十艘战船远征所谓的埃俄罗斯群岛;因为在夏季,由于缺水,无法对他们进行远征。
§3.88.2νέμονται δὲ Λιπαραῖοι αὐτάς, Κνιδίων ἄποικοι ὄντες.
这些岛屿由利帕拉人占领,他们是克尼多斯人的殖民者。
οἰκοῦσι δ’ ἐν μιᾷ τῶν νήσων οὐ μεγάλῃ, καλεῖται δὲ Λιπάρα· τὰς δὲ ἄλλας ἐκ ταύτης ὁρμώμενοι γεωργοῦσι, Διδύμην καὶ Στρογγύλην καὶ Ἱεράν.
他们居住在其中一座并不大的岛上,名叫利帕拉;他们以此岛为基地,去耕作其他的岛屿,即迪迪梅、斯特隆吉莱和希埃拉。
§3.88.3νομίζουσι δὲ οἱ ἐκείνῃ ἄνθρωποι ἐν τῇ Ἱερᾷ ὡς ὁ Ἥφαιστος χαλκεύει, ὅτι τὴν νύκτα φαίνεται πῦρ ἀναδιδοῦσα πολὺ καὶ τὴν ἡμέραν καπνόν.
当地的人们认为,赫菲斯托斯在希埃拉岛上打铁,因为在夜间可以看到它喷出大量的火,而在白天则喷出烟雾。
κεῖνται δὲ αἱ νῆσοι αὗται κατὰ τὴν Σικελῶν καὶ Μεσσηνίων γῆν, ξύμμαχοι δ’ ἦσαν Συρακοσίων.
这些岛屿坐落在西库利人和麦塞尼亚人的土地对面,它们是叙拉古人的盟友。
§3.88.4τεμόντες δ’ οἱ Ἀθηναῖοι τὴν γῆν, ὡς οὐ προσεχώρουν, ἀπέπλευσαν ἐς τὸ Ῥήγιον.
雅典人蹂躏了他们的土地,见他们不肯归顺,便乘船返回了雷吉翁。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ πέμπτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
冬季结束,修昔底德所著的这场战争的第五年也随之结束。

词汇与语法注释

  1. §3.88.1ἀδύνατα ἦν — 修昔底德中常见的用法,即使用中性复数形容词作为非人称谓语。其意义等同于单数的 ἀδύνατον ἦν(是不可能的),不定式 ἐπιστρατεύειν(出征)作为实质上的主语。
  2. §3.88.3ἐν τῇ Ἱερᾷ ὡς ὁ Ἥφαιστος χαλκεύει — 连接词 ὡς(即……)引导动词 νομίζουσι(相信)的宾语从句。表示地点的介词短语 ἐν τῇ Ἱερᾷ(在希埃拉岛上)在逻辑上属于从句内部,但为了强调而被提前到连接词 ὡς 之前(先行语法结构)。
  3. §3.88.3φαίνεται πῦρ ἀναδιδοῦσα — 动词 φαίνομαι 与分词(ἀναδιδοῦσα)连用,表示“显然在做某事”(它显现出正在喷出)。分词的性数与作为主语的岛名 Ἱερά(希埃拉,阴性单数)一致,因而使用阴性单数形式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.88.1-3.88.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.88.1-3.88.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。