§3.79.1καὶ οἱ Κερκυραῖοι δείσαντες μὴ σφίσιν ἐπιπλεύσαντες ἐπὶ τὴν πόλιν ὡς κρατοῦντες οἱ πολέμιοι ἢ τοὺς ἐκ τῆς νήσου ἀναλάβωσιν ἢ καὶ ἄλλο τι νεωτερίσωσι, τούς τε ἐκ τῆς νήσου πάλιν ἐς τὸ Ἥραιον διεκόμισαν καὶ τὴν πόλιν ἐφύλασσον.
克基拉人因担心敌军作为海战的获胜者会朝向城市向他们袭来,或接走岛上的人,或采取其他某种叛乱行动,便将岛上的人再次运回赫拉神庙,并防守城市。
§3.79.2οἱ δ’ ἐπὶ μὲν τὴν πόλιν οὐκ ἐτόλμησαν πλεῦσαι κρατοῦντες τῇ ναυμαχίᾳ, τρεῖς δὲ καὶ δέκα ναῦς ἔχοντες τῶν Κερκυραίων ἀπέπλευσαν ἐς τὴν ἤπειρον, ὅθενπερ ἀνηγάγοντο.
然而,敌军虽然在海战中获胜,却不敢向城市航行,而是带着克基拉人的十三艘战船,退回他们最初起航的大陆。
§3.79.3τῇ δ’ ὑστεραίᾳ ἐπὶ μὲν τὴν πόλιν οὐδὲν μᾶλλον ἐπέπλεον, καίπερ ἐν πολλῇ ταραχῇ καὶ φόβῳ ὄντας καὶ Βρασίδου παραινοῦντος, ὡς λέγεται, Ἀλκίδᾳ, ἰσοψήφου δὲ οὐκ ὄντος· ἐπὶ δὲ τὴν Λευκίμμην τὸ ἀκρωτήριον ἀποβάντες ἐπόρθουν τοὺς ἀγρούς.
翌日,尽管克基拉人处于极大的混乱和恐惧之中,且据传布拉西达斯曾向阿尔基达斯提出建议,但由于布拉西达斯并无同等决定权,敌军仍未向城市发起进攻;相反,他们在莱乌基姆美岬角登陆,劫掠了田野。