§3.77.1οἱ δὲ πολλῷ θορύβῳ καὶ πεφοβημένοι τά τ’ ἐν τῇ πόλει καὶ τὸν ἐπίπλουν παρεσκευάζοντό τε ἅμα ἑξήκοντα ναῦς καὶ τὰς αἰεὶ πληρουμένας ἐξέπεμπον πρὸς τοὺς ἐναντίους, παραινούντων Ἀθηναίων σφᾶς τε ἐᾶσαι πρῶτον ἐκπλεῦσαι καὶ ὕστερον πάσαις ἅμα ἐκείνους ἐπιγενέσθαι.
克基拉人在极度混乱中,既恐惧城内的局势,又担心敌人的袭来,同时装备了六十艘战船,并把陆续配好船员的船只派往迎敌,尽管雅典人曾劝告他们,先让雅典人自己出航,随后克基拉人再以全部船只一同跟进。
§3.77.2ὡς δὲ αὐτοῖς πρὸς τοῖς πολεμίοις ἦσαν σποράδες αἱ νῆες, δύο μὲν εὐθὺς ηὐτομόλησαν, ἐν ἑτέραις δὲ ἀλλήλοις οἱ ἐμπλέοντες ἐμάχοντο, ἦν δὲ οὐδεὶς κόσμος τῶν ποιουμένων.
然而,当他们的船只零星分散地抵达敌人面前时,有两艘船立即投降了敌人,而在其他船上,船员们则相互厮杀,所做的一切毫无秩序可言。
§3.77.3ἰδόντες δὲ οἱ Πελοποννήσιοι τὴν ταραχὴν εἴκοσι μὲν ναυσὶ πρὸς τοὺς Κερκυραίους ἐτάξαντο, ταῖς δὲ λοιπαῖς πρὸς τὰς δώδεκα ναῦς τῶν Ἀθηναίων, ὧν ἦσαν αἱ δύο Σαλαμινία καὶ Πάραλος.
伯罗奔尼撒人见此混乱,便以二十艘船排开阵势对付克基拉人,而用其余的船只对付雅典人的十二艘船,这其中有两艘是“萨拉米尼亚号”和“帕拉洛斯号”。