§3.76.1τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ μετὰ τὴν τῶν ἀνδρῶν ἐς τὴν νῆσον διακομιδὴν αἱ ἐκ τῆς Κυλλήνης Πελοποννησίων νῆες, μετὰ τὸν ἐκ τῆς Ἰωνίας πλοῦν ἔφορμοι οὖσαι, παραγίγνονται τρεῖς καὶ πεντήκοντα·
当内讧处于这一状态时,在那些人被转移到岛上的第四天或第五天,从库勒涅出发的伯罗奔尼撒人的五十三艘战船到达了,它们自伊奥尼亚航行回来后便一直处于停泊待命状态。
ἦρχε δὲ αὐτῶν Ἀλκίδας, ὅσπερ καὶ πρότερον, καὶ Βρασίδας αὐτῷ ξύμβουλος ἐπέπλει.
指挥这批船只的是阿尔基达斯,正如此前一样,而布拉西达斯也作为他的顾问同船随行。
ὁρμισάμενοι δὲ ἐς Σύβοτα λιμένα τῆς ἠπείρου ἅμα ἕῳ ἐπέπλεον τῇ Κερκύρᾳ.
他们在大陆的叙博塔港停泊,黎明时分向克基拉发起进攻。