Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.70.1-3.70.6

科克拉内乱的开端与佩蒂亚斯遇刺

第 319 段,共 917 段 · 希腊语

内容简介

回到科克拉的亲科林斯派俘虏企图脱离与雅典的同盟,与民主派领袖佩蒂亚斯展开法庭斗争;在诉讼中败诉而陷入绝境的他们袭击了议事厅并刺杀了佩蒂亚斯等人。

§3.70.1οἱ γὰρ Κερκυραῖοι ἐστασίαζον, ἐπειδὴ οἱ αἰχμάλωτοι ἦλθον αὐτοῖς οἱ ἐκ τῶν περὶ Ἐπίδαμνον ναυμαχιῶν ὑπὸ Κορινθίων ἀφεθέντες, τῷ μὲν λόγῳ ὀκτακοσίων ταλάντων τοῖς προξένοις διηγγυημένοι, ἔργῳ δὲ πεπεισμένοι Κορινθίοις Κέρκυραν προσποιῆσαι.
因为科克拉人陷入了内乱,这是由于在埃皮达姆诺斯附近的海战中被俘、后被科林斯人释放的人回到了他们那里。 这些人表面上是因为向他们的庇护人(proxenoi)交纳了八百塔兰同的赎金而被保释,但实际上已被说服要使科克拉归顺科林斯。
καὶ ἔπρασσον οὗτοι, ἕκαστον τῶν πολιτῶν μετιόντες, ὅπως ἀποστήσωσιν Ἀθηναίων τὴν πόλιν.
他们开始活动,逐个拜访市民,企图使该城背叛雅典。
§3.70.2καὶ ἀφικομένης Ἀττικῆς τε νεὼς καὶ Κορινθίας πρέσβεις ἀγουσῶν καὶ ἐς λόγους καταστάντων ἐψηφίσαντο Κερκυραῖοι Ἀθηναίοις μὲν ξύμμαχοι εἶναι κατὰ τὰ ξυγκείμενα, Πελοποννησίοις δὲ φίλοι ὥσπερ καὶ πρότερον.
当雅典和科林斯的船只载着使节抵达并开始谈判时,科克拉人投票决定按照既定协定与雅典人保持同盟关系,而与伯罗奔尼撒人则像以前一样保持友好关系。
§3.70.3καὶ (ἦν γὰρ Πειθίας ἐθελοπρόξενός τε τῶν Ἀθηναίων καὶ τοῦ δήμου προειστήκει) ὑπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην, λέγοντες Ἀθηναίοις τὴν Κέρκυραν καταδουλοῦν.
并且(因为佩蒂亚斯是雅典人的自愿庇护人,又是民主派的领袖),这些人将他起诉法办,声称他企图让科克拉屈服于雅典。
§3.70.4ὁ δὲ ἀποφυγὼν ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας, φάσκων τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ Ἀλκίνου· ζημία δὲ καθ’ ἑκάστην χάρακα ἐπέκειτο στατήρ.
但他在获释后,反诉了其中最富有的五个人,声称他们从宙斯和阿尔基诺奥斯的圣林中砍伐葡萄架木,而每砍伐一根架木就要被处以一斯塔特的罚金。
§3.70.5ὀφλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν καθεζομένων διὰ πλῆθος τῆς ζημίας, ὅπως ταξάμενοι ἀποδῶσιν, ὁ Πειθίας (ἐτύγχανε γὰρ καὶ βουλῆς ὤν) πείθει ὥστε τῷ νόμῳ χρήσασθαι.
他们被判有罪后,由于罚金数额巨大,便在神庙里作为祈求者静坐,以便商定分期偿还。 但佩蒂亚斯(他恰好也是议会成员)说服议会要严格执行法律。
§3.70.6οἱ δ’ ἐπειδὴ τῷ τε νόμῳ ἐξείργοντο καὶ ἅμα ἐπυνθάνοντο τὸν Πειθίαν, ἕως ἔτι βουλῆς ἐστί, μέλλειν τὸ πλῆθος ἀναπείσειν τοὺς αὐτοὺς Ἀθηναίοις φίλους τε καὶ ἐχθροὺς νομίζειν, ξυνίσταντό τε καὶ λαβόντες ἐγχειρίδια ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτείνουσι καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξήκοντα·
他们由于法律被剥夺了机会,同时又听说佩蒂亚斯在担任议员期间,企图说服民众与雅典人拥有共同的友敌,于是他们结成同盟,手持短剑突然闯入议事厅,杀害了佩蒂亚斯以及其他议员和普通公民约六十人。
οἱ δέ τινες τῆς αὐτῆς γνώμης τῷ Πειθίᾳ ὀλίγοι ἐς τὴν Ἀττικὴν τριήρη κατέφυγον ἔτι παροῦσαν.
另有一些与佩蒂亚斯持相同意见的少数人,则逃到了依然停泊在那里的雅典三段铎船上。

词汇与语法注释

  1. 3.70.1διηγγυημένοι — 中介或被动语态的完成时分词,意为“(通过提供担保人)被保释”。“八百塔兰同”只是他们获释的表面名义(τῷ μὲν λόγῳ),与其实际上的政治阴谋(ἔργῳ δὲ)形成对比。
  2. 3.70.2καταστάντων — 属格复数阳性分词。这是一个独立属格结构,其逻辑主语从前句的船只(νεώς,阴性单数属格)转移到了船上搭载的使节们(πρέσβεις),因此使用了复数阳性属格形式 καταστάντων。
  3. 3.70.5ταξάμενοι — 间接中介语态过去时分词,意为“为自己商定(支付条件)”。指由于无法一次性付清巨额罚款,他们企图与当局达成协议,以分期付款或和解的方式延期支付。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.70.1-3.70.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.70.1-3.70.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。