§3.66.1τεκμήριον δὲ ὡς οὐ πολεμίως ἐπράσσομεν· οὔτε γὰρ ἠδικήσαμεν οὐδένα, προείπομέν τε τὸν βουλόμενον κατὰ τὰ τῶν πάντων Βοιωτῶν πάτρια πολιτεύειν ἰέναι πρὸς ἡμᾶς.
我们并非出于敌意而行动,其证据如下:因为我们没有伤害任何人,并且我们预先宣布,凡是愿意按照全体波奥蒂亚人祖传法度行使公民权的人,都可以加入我们。
§3.66.2καὶ ὑμεῖς ἄσμενοι χωρήσαντες καὶ ξύμβασιν ποιησάμενοι τὸ μὲν πρῶτον ἡσυχάζετε, ὕστερον δὲ κατανοήσαντες ἡμᾶς ὀλίγους ὄντας, εἰ ἄρα καὶ ἐδοκοῦμέν τι ἀνεπιεικέστερον πρᾶξαι οὐ μετὰ τοῦ πλήθους ὑμῶν ἐσελθόντες, τὰ μὲν ὁμοῖα οὐκ ἀνταπέδοτε ἡμῖν, μήτε νεωτερίσαι ἔργῳ λόγοις τε πείθειν ὥστε ἐξελθεῖν, ἐπιθέμενοι δὲ παρὰ τὴν ξύμβασιν, οὓς μὲν ἐν χερσὶν ἀπεκτείνατε, οὐχ ὁμοίως ἀλγοῦμεν (κατὰ νόμον γὰρ δή τινα ἔπασχον), οὓς δὲ χεῖρας προϊσχομένους καὶ ζωγρήσαντες ὑποσχόμενοί τε ἡμῖν ὕστερον μὴ κτενεῖν παρανόμως διεφθείρατε, πῶς οὐ δεινὰ εἴργασθε;
你们当时欣然同意并达成了协议,起初保持着安静;但后来,你们察觉到我们人数较少(即使我们由于在没有征得你们大多数人同意的情况下进入,确实显得有些不公),你们却没有对我们做出同样平等的对待,没有做到克制而不诉诸暴力并在言语上说服我们撤离,反而违反协议袭击了我们。 对于那些你们在交战中杀害的人,我们并不以同样的方式感到痛心(因为他们确实是根据某种战争的法则而遭受死亡的);但是对于那些伸出双手投降、被你们生擒,并且你们事后向我们许诺绝不杀害,却又非法将其屠杀的人,你们怎能说没有犯下骇人听闻的恶行呢?
§3.66.3καὶ ταῦτα τρεῖς ἀδικίας ἐν ὀλίγῳ πράξαντες, τήν τε λυθεῖσαν ὁμολογίαν καὶ τῶν ἀνδρῶν τὸν ὕστερον θάνατον καὶ τὴν περὶ αὐτῶν ἡμῖν μὴ κτενεῖν ψευσθεῖσαν ὑπόσχεσιν, ἢν τὰ ἐν τοῖς ἀγροῖς ὑμῖν μὴ ἀδικῶμεν, ὅμως φατὲ ἡμᾶς παρανομῆσαι καὶ αὐτοὶ ἀξιοῦτε μὴ ἀντιδοῦναι δίκην.
你们在短时间内犯下了这三项不义之举——撕毁的协议、随后对那些人的处死,以及对我们做出的谎言允诺(即如果我们不破坏你们田野里的财产,就不杀害他们),却依然声称是我们违法了,并且你们自己还要求免受惩罚。
οὔκ, ἤν γε οὗτοι τὰ ὀρθὰ γιγνώσκωσιν· πάντων δὲ αὐτῶν ἕνεκα κολασθήσεσθε.
绝非如此,只要眼前的这些裁判官能够做出公正的裁决;为了所有这些罪行,你们必将受到惩罚。