§3.65.1ἃ δὲ τελευταῖά φατε ἀδικηθῆναι, παρανόμως γὰρ ἐλθεῖν ἡμᾶς ἐν σπονδαῖς καὶ ἱερομηνίᾳ ἐπὶ τὴν ὑμετέραν πόλιν, οὐ νομίζομεν οὐδ’ ἐν τούτοις ὑμῶν μᾶλλον ἁμαρτεῖν.
至于你们所说最后受到的不公对待,即我们在休战和神圣月期间非法进入你们的城市,我们认为在这件事上,我们并不比你们犯了更大的错误。
§3.65.2εἰ μὲν γὰρ ἡμεῖς αὐτοὶ πρός τε τὴν πόλιν ἐλθόντες ἐμαχόμεθα καὶ τὴν γῆν ἐδῃοῦμεν ὡς πολέμιοι, ἀδικοῦμεν· εἰ δὲ ἄνδρες ὑμῶν οἱ πρῶτοι καὶ χρήμασι καὶ γένει, βουλόμενοι τῆς μὲν ἔξω ξυμμαχίας ὑμᾶς παῦσαι, ἐς δὲ τὰ κοινὰ τῶν πάντων Βοιωτῶν πάτρια καταστῆσαι, ἐπεκαλέσαντο ἑκόντες, τί ἀδικοῦμεν;
因为,如果我们是靠自己前往该城,并作为敌人进行战斗和蹂躏土地,那我们便是不义的;但如果是你们城市中在财富和出身方面都首屈一指的人,为了让你们停止外部盟约,并将你们恢复到全体波奥蒂亚人共同的祖传法度中,而自愿邀请我们,那我们又有什么不义呢?
οἱ γὰρ ἄγοντες παρανομοῦσι μᾶλλον τῶν ἑπομένων.
因为引路的人比跟随的人更违法。
§3.65.3ἀλλ’ οὔτ’ ἐκεῖνοι, ὡς ἡμεῖς κρίνομεν, οὔτε ἡμεῖς· πολῖται δὲ ὄντες ὥσπερ ὑμεῖς καὶ πλείω παραβαλλόμενοι, τὸ ἑαυτῶν τεῖχος ἀνοίξαντες καὶ ἐς τὴν αὑτῶν πόλιν φιλίως, οὐ πολεμίως κομίσαντες ἐβούλοντο τούς τε ὑμῶν χείρους μηκέτι μᾶλλον γενέσθαι τούς τε ἀμείνους τὰ ἄξια ἔχειν, σωφρονισταὶ ὄντες τῆς γνώμης καὶ τῶν σωμάτων τὴν πόλιν οὐκ ἀλλοτριοῦντες ἀλλ’ ἐς τὴν ξυγγένειαν οἰκειοῦντες, ἐχθροὺς οὐδενὶ καθιστάντες, ἅπασι δ᾽ ὁμοίως ἐνσπόνδους.
但事实上,依我们看来,他们和我们都没有违法;相反,他们和你们一样是公民,且冒着更大的危险,打开了他们自己的城门,以友好而非敌对的方式将我们引入他们自己的城市,他们希望你们当中较差的人不再变得更糟,而较好的人能得到应得的待遇。 他们是思想和身体的整顿者,不让城市疏远,而是使其归入同族关系中,不与任何人树敌,而是与所有人平等地建立盟约关系。