§3.67.1‘καὶ ταῦτα, ὦ Λακεδαιμόνιοι, τούτου ἕνεκα ἐπεξήλθομεν καὶ ὑπὲρ ὑμῶν καὶ ἡμῶν, ἵνα ὑμεῖς μὲν εἰδῆτε δικαίως αὐτῶν καταγνωσόμενοι, ἡμεῖς δὲ ἔτι ὁσιώτερον τετιμωρημένοι.
“斯巴达人啊,我们为了你们和我们自己,为了这个目的详细阐述了这些事情,好让你们知道你们对他们的判决是公正的,而我们则以更加神圣的方式完成了复仇。
§3.67.2καὶ μὴ παλαιὰς ἀρετάς, εἴ τις ἄρα καὶ ἐγένετο, ἀκούοντες ἐπικλασθῆτε, ἃς χρὴ τοῖς μὲν ἀδικουμένοις ἐπικούρους εἶναι, τοῖς δὲ αἰσχρόν τι δρῶσι διπλασίας ζημίας, ὅτι οὐκ ἐκ προσηκόντων ἁμαρτάνουσιν.
请不要在听闻他们过去的德行时(如果确实曾有的话)心软;这些德行本应是受害者们的帮手,但对于做出可耻行径的人,则应带来双倍的惩罚,因为他们犯下了与其身份不符的罪行。
μηδὲ ὀλοφυρμῷ καὶ οἴκτῳ ὠφελείσθων, πατέρων τε τάφους τῶν ὑμετέρων ἐπιβοώμενοι καὶ τὴν σφετέραν ἐρημίαν.
也不要让他们通过呼唤你们父辈的坟墓和诉说他们自己的孤立,而从哀号和怜悯中获得任何好处。
§3.67.3καὶ γὰρ ἡμεῖς ἀνταποφαίνομεν πολλῷ δεινότερα παθοῦσαν τὴν ὑπὸ τούτων ἡλικίαν ἡμῶν διεφθαρμένην, ὧν πατέρες οἱ μὲν πρὸς ὑμᾶς τὴν Βοιωτίαν ἄγοντες ἀπέθανον ἐν Κορωνείᾳ, οἱ δὲ πρεσβῦται λελειμμένοι καὶ οἰκίαι ἐρῆμοι πολλῷ δικαιοτέραν ὑμῶν ἱκετείαν ποιοῦνται τούσδε τιμωρήσασθαι.
因为我们同样也指出,被他们消灭的我们的青年遭遇了远为可怕的痛苦,在这些青年的父亲中,有些人为了将波奥蒂亚带入与你们的同盟而在科罗尼亚战死,而留下的老人们和荒废的房屋,正向你们提出远为公正的乞求,要求对这些人施以报复。
§3.67.4οἴκτου τε ἀξιώτεροι τυγχάνειν οἱ ἀπρεπές τι πάσχοντες τῶν ἀνθρώπων, οἱ δὲ δικαίως, ὥσπερ οἵδε, τὰ ἐναντία ἐπίχαρτοι εἶναι.
在人类中,那些遭受不相称痛苦的人更值得同情,而那些罪有应得的人,正如眼前的这些人,相反应该成为幸灾乐祸的对象。
§3.67.5καὶ τὴν νῦν ἐρημίαν δι’ ἑαυτοὺς ἔχουσιν· τοὺς γὰρ ἀμείνους ξυμμάχους ἑκόντες ἀπεώσαντο.
他们如今的孤立是他们自找的,因为他们自愿排斥了更好的盟友。
παρενόμησάν τε οὐ προπαθόντες ὑφ’ ἡμῶν, μίσει δὲ πλέον ἢ δίκῃ κρίναντες καὶ οὐκ ἀνταποδόντες νῦν τὴν ἴσην τιμωρίαν·
而且他们并非先受到我们的伤害而犯下违法行径,他们凭着仇恨而非正义做出判决,如今也没有做出同等的报答。
ἔννομα γὰρ πείσονται καὶ οὐχὶ ἐκ μάχης χεῖρας προϊσχόμενοι, ὥσπερ φασίν, ἀλλ’ ἀπὸ ξυμβάσεως ἐς δίκην σφᾶς αὐτοὺς παραδόντες.
因为他们将要遭受的是合法的惩罚,他们并不是像他们所说的那样在战斗中伸出双手投降,而是根据协议将自己交托给审判。
§3.67.6ἀμύνατε οὖν, ὦ Λακεδαιμόνιοι, καὶ τῷ τῶν Ἑλλήνων νόμῳ ὑπὸ τῶνδε παραβαθέντι, καὶ ἡμῖν ἄνομα παθοῦσιν ἀνταπόδοτε χάριν δικαίαν ὧν πρόθυμοι γεγενήμεθα, καὶ μὴ τοῖς τῶνδε λόγοις περιωσθῶμεν ἐν ὑμῖν, ποιήσατε δὲ τοῖς Ἕλλησι παράδειγμα οὐ λόγων τοὺς ἀγῶνας προθήσοντες ἀλλ’ ἔργων, ὧν ἀγαθῶν μὲν ὄντων βραχεῖα ἡ ἀπαγγελία ἀρκεῖ, ἁμαρτανομένων δὲ λόγοι ἔπεσι κοσμηθέντες προκαλύμματα γίγνονται.
因此,斯巴达人啊,请维护被这些人破坏的希腊人的法律,并向遭受不法对待的我们,为我们曾表现出的热忱给予公正的回报;请不要让我们在你们面前因他们的言词而被推开,而是要给希腊人树立一个典范,不是去提供言词的争论,而是去提供行为的评判,如果这些行为是善的,简短的报告就足够了,但若是作恶,用词句装饰的言词就会成为掩盖的幌子。
§3.67.7ἀλλ’ ἢν οἱ ἡγεμόνες, ὥσπερ νῦν ὑμεῖς, κεφαλαιώσαντες πρὸς τοὺς ξύμπαντας διαγνώμας ποιήσησθε, ἧσσόν τις ἐπ’ ἀδίκοις ἔργοις λόγους καλοὺς ζητήσει.
然而,如果领导者们像你们现在这样,向所有人做出总结性的明确判决,人们就更不会去为不义的行径寻找华丽的辞藻了。
’
”